Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.41.1-2.41.5

印度的后四个阶级与严格的种姓规定

第 141 段,共 406 段 · 希腊语

内容简介

记述了印度七个阶级中剩下的四个阶级(工匠、军人、监督官和议事官),并说明了阶级间禁止通婚和改行的严格规定。

§2.41.1τέταρτον δʼ ἐστὶ μέρος τὸ τῶν τεχνιτῶν· καὶ τούτων οἱ μέν εἰσιν ὁπλοποιοί, οἱ δὲ τοῖς γεωργοῖς ἤ τισιν ἄλλοις τὰ χρήσιμα πρὸς ὑπηρεσίαν κατασκευάζουσιν.
第四部分是工匠;在他们之中,一些人是武器制造者,另一些人则为农民或其他人的劳务制作有用的工具。
οὗτοι δʼ οὐ μόνον ἀτελεῖς εἰσιν, ἀλλὰ καὶ σιτομετρίαν ἐκ τοῦ βασιλικοῦ λαμβάνουσι.
他们不仅免除赋税,而且还从王室领取粮食配给。
§2.41.2πέμπτον δὲ τὸ στρατιωτικόν, εἰς τοὺς πολέμους εὐθετοῦν, τῷ μὲν πλήθει δεύτερον, ἀνέσει δὲ καὶ παιδιᾷ πλείστῃ χρώμενον ἐν ταῖς εἰρήναις.
第五部分是军人阶级,极适合战争,在人数上居于第二位,但在和平时期享受着最多的闲暇和娱乐。
τρέφεται δʼ ἐκ τοῦ βασιλικοῦ πᾶν τὸ πλῆθος τῶν στρατιωτῶν καὶ τῶν πολεμιστῶν ἵππων τε καὶ ἐλεφάντων.
全体士兵以及战马和战象,都由王室出资供养。
§2.41.3ἕκτον δʼ ἐστὶ τὸ τῶν ἐφόρων· οὗτοι δὲ πολυπραγμονοῦντες πάντα καὶ ἐφορῶντες τὰ κατὰ τὴν Ἰνδικὴν ἀπαγγέλλουσι τοῖς βασιλεῦσιν, ἐὰν δʼ ἡ πόλις αὐτῶν ἀβασίλευτος ᾖ, τοῖς ἄρχουσιν.
第六部分是监督官阶级;他们刺探并监视着印度境内的一切事物,向国王报告,如果他们的城市没有君王,则向执政官报告。
§2.41.4ἕβδομον δʼ ἐστὶ μέρος τὸ βουλεῦον μὲν καὶ συνεδρεῦον τοῖς ὑπὲρ τῶν κοινῶν βουλευομένοις, πλήθει μὲν ἐλάχιστον, εὐγενείᾳ δὲ καὶ φρονήσει μάλιστα θαυμαζόμενον· ἐκ τούτων γὰρ οἵ τε σύμβουλοι τοῖς βασιλεῦσίν εἰσιν οἵ τε διοικηταὶ τῶν κοινῶν καὶ οἱ δικασταὶ τῶν ἀμφισβητουμένων, καὶ καθόλου τοὺς ἡγεμόνας καὶ τοὺς ἄρχοντας ἐκ τούτων ἔχουσι.
第七部分是与那些商讨公事的人一同开会、参与议事的阶级,人数最少,但因高贵的出身和智慧而最受推崇;因为国王的顾问、公事的管理者和争端的裁判官都出自他们,总之,他们的领袖和执政官也都出自这一阶级。
§2.41.5τὰ μὲν οὖν μέρη τῆς διῃρημένης πολιτείας παρʼ Ἰνδοῖς σχεδὸν ταῦτʼ ἔστιν·
以上便是印度人国家中划分的各个组成部分。
οὐκ ἔξεστι δὲ γαμεῖν ἐξ ἄλλου γένους ἢ προαιρέσεις ἢ τέχνας μεταχειρίζεσθαι, οἷον στρατιώτην ὄντα γεωργεῖν ἢ τεχνίτην ὄντα φιλοσοφεῖν.
此外,人们不允许娶其他阶级的女子,也不允许改变自己的行当或职业,例如军人去务农,或工匠去研究哲学。

词汇与语法注释

  1. §2.41.1ἐκ τοῦ βασιλικού — 中性形容词 `βασιλικός` 的名词性用法,省略了如 `ταμιείου`(国库)等名词,或单独表示“(来自)王室”或“(来自)国库”。紧随其后的 §2.41.2 中也有同样的表达方式。
  2. §2.41.4τοῖς ὑπὲρ τῶν κοινῶν βουλευομένοις — 分词 `βουλευομένοις`(与格复数)受不及物动词 `συνεδρεῦον`(共同开会、参与议事)支配,整句结构为“与那些商讨公事的人一同参会”。
  3. §2.41.5προαιρέσεις ἢ τέχνας μεταχειρίζεσθαι — 此处的 `μεταχειρίζεσθαι` 意为“(重新)从事、掌握”,整句指“改行”或“改变自己的职业和技术”。前文 `ἐξ ἄλλου γένους`(从其他阶级)中暗示的跨界移动概念在此处延续,并由后面的例子(如军人务农)加以说明。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.41.1-2.41.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.41.1-2.41.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。