§530ΣΩ. τὸν Ἴωνα χαίρειν.
ソクラテス:イオン、挨拶を送るよ。
πόθεν τὰ νῦν ἡμῖν ἐπιδεδήμηκας;
今度はどこから我々のところへ帰ってきたのかね?
ἢ οἴκοθεν ἐξ Ἐφέσου;
もしかして故郷のエフェソスからかい?
ΙΩΝ. οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων.
イオン:とんでもありません、ソクラテス。 エピダウロスのアスクレピオス祭からです。
ΣΩ. μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι;
ソクラテス:まさかエピダウロスの人々は、その神のためにラプソドスの競技会も催しているのかね?
ΙΩΝ. πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς.
イオン:ええ、もちろんです。 それに他の音楽の競技会も。
ΣΩ. τί οὖν; ἠγωνίζου τι ἡμῖν;
ソクラテス:それで、君も我々のために何か競い合ったのかね?
καὶ πῶς τι ἠγωνίσω;
そして結果はどうだった?
ΙΩΝ. τὰ πρῶτα τῶν ἄθλων ἠνεγκάμεθα, ὦ Σώκρατες.
イオン:最高の賞を勝ち取りました、ソクラテス。
ΣΩ. εὖ λέγεις·
ソクラテス:それは素晴らしい。
ἄγε δὴ ὅπως καὶ τὰ Παναθήναια νικήσομεν.
さあ、パンアテナイア祭でも優勝するようにしてくれたまえ。
ΙΩΝ. ἀλλʼ ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ.
イオン:ええ、神が望まれるなら、そうなるでしょう。
ΣΩ. καὶ μὴν πολλάκις γε ἐζήλωσα ὑμᾶς τοὺς ῥαψῳδούς, ὦ Ἴων, τῆς τέχνης·
ソクラテス:いやはや、イオン、私は君たちラプソドスの技術を常々羨ましく思っているのだ。
τὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι ἀεὶ πρέπον ὑμῶν εἶναι τῇ τέχνῃ καὶ ὡς καλλίστοις φαίνεσθαι, ἅμα δὲ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρῳ, τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν.
というのも、一方で、身体を美しく飾り、君たちの技術にふさわしいようにし、できるだけ美しく見えるようにすること、また他方で、多くの優れた詩人たち、とりわけ最も優れ最も神聖な詩人であるホメロスに絶えず親しみ、彼の言葉だけでなく、その思想を学び尽くすことが必要であるということは、羨むに値することだからだ。
οὐ γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψῳδός, εἰ μὴ συνείη τὰ λεγόμενα ὑπὸ τοῦ ποιητοῦ.
なぜなら、詩人によって語られていることを理解していなければ、優れたラプソドスになることは決してできないからだ。
τὸν γὰρ ῥαψῳδὸν ἑρμηνέα δεῖ τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι·
ラプソドスは、聞き手に対して詩人の思想の伝達者にならねばならないのだから。
τοῦτο δὲ καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον.
そして、詩人が何を言っているのかを知らない者が、これを立派に行うことは不可能である。
ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι.
それゆえ、これらすべては羨むに値することなのだ。
ΙΩΝ. ἀληθῆ λέγεις, ὦ Σώκρατες·
イオン:おっしゃる通りです、ソクラテス。
ἐμοὶ γοῦν τοῦτο πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ.
実際、私にとってこれが技術のうちで最も骨の折れる仕事でした。 そして、人間の中で私が最も見事にホメロスについて語ることができると思っています。 ランプサコスのメトロドロスも、タソスのステシムブロトスも、グラウコンも、これまでに生まれた他の誰も、私ほど多くの素晴らしい思想をホメロスについて語ることはできなかったのですから。
ΣΩ. εὖ λέγεις, ὦ Ἴων·
ソクラテス:それは見事だ、イオン。
δῆλον γὰρ ὅτι οὐ φθονήσεις μοι ἐπιδεῖξαι.
ならば、それを私に披露することを惜しまないのは明らかだね。
ΙΩΝ. καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ κεκόσμηκα τὸν Ὅμηρον·
イオン:本当に、ソクラテス、私がどれほど見事にホメロスを飾ったかは聴くに値しますよ。
ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος εἶναι χρυσῷ στεφάνῳ στεφανωθῆναι.
おかげで私は、ホメロス信奉者たちから黄金の冠を授けられるに値すると思っています。
§531ΣΩ. καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι·
ソクラテス:ぜひとも私はまた時間を取って君の朗誦を聴くことにしよう。 しかし、今はこれだけ私に答えておくれ。
πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;
君はホメロスについてだけ得意なのか、それともヘシオドスやアルキロコスについても得意なのか?
ΙΩΝ. οὐδαμῶς, ἀλλὰ περὶ Ὁμήρου μόνον·
イオン:とんでもありません、ホメロスについてだけです。
ἱκανὸν γάρ μοι δοκεῖ εἶναι.
私にはそれで十分だと思われますから。
ΣΩ. ἔστι δὲ περὶ ὅτου Ὅμηρός τε καὶ Ἡσίοδος ταὐτὰ λέγετον;
ソクラテス:では、ホメロスとヘシオドスが同じことを言っている主題はあるかね?
ΙΩΝ. οἶμαι ἔγωγε καὶ πολλά.
イオン:ええ、たくさんあると思います。
ΣΩ. πότερον οὖν περὶ τούτων κάλλιον ἂν ἐξηγήσαιο ἃ Ὅμηρος λέγει ἢ ἃ Ἡσίοδος;
ソクラテス:それでは、それらの共通の事柄について、ホメロスが言っていることと、ヘシオドスが言っていることの、どちらを君はより見事に説明できるかね?
ΙΩΝ. ὁμοίως ἂν περί γε τούτων, ὦ Σώκρατες, περὶ ὧν ταὐτὰ λέγουσιν.
イオン:ソクラテス、彼らが同じことを言っている事柄については、同様にうまく説明できるでしょう。
ΣΩ. τί δὲ ὧν πέρι μὴ ταὐτὰ λέγουσιν;
ソクラテス:では、二人が同じことを言っていない事柄についてはどうだろう?
οἷον περὶ μαντικῆς λέγει τι Ὅμηρός τε καὶ Ἡσίοδος.
例えば、予言術についてホメロスもヘシオドスも何かを語っているね。
ΙΩΝ. πάνυ γε.
イオン:ええ。
ΣΩ. τί οὖν; ὅσα τε ὁμοίως καὶ ὅσα διαφόρως περὶ μαντικῆς λέγετον τὼ ποιητὰ τούτω, πότερον σὺ κάλλιον ἂν ἐξηγήσαιο ἢ τῶν μάντεών τις τῶν ἀγαθῶν;
ソクラテス:では、この二人の詩人が予言術について同様に語っていること、また異なって語っていることのすべてについて、君の方がより見事に説明できるか、それとも優れた予言者の誰かの方がうまく説明できるか?
ΙΩΝ. τῶν μάντεων.
イオン:予言者たちの方です。
ΣΩ. εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τʼ ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι;
ソクラテス:しかし、もし君が予言者であったなら、同じように語られていることについて説明できたとすれば、異なって語られていることについても説明する知識を持っていたのではないかね?
ΙΩΝ. δῆλον ὅτι.
イオン:明らかにそうです。
ΣΩ. τί οὖν ποτε περὶ μὲν Ὁμήρου δεινὸς εἶ, περὶ δὲ Ἡσιόδου οὔ, οὐδὲ τῶν ἄλλων ποιητῶν;
ソクラテス:では、どうして君はホメロスについては得意なのに、ヘシオドスや他の詩人たちについては得意ではないのだろうか?
ἢ Ὅμηρος περὶ ἄλλων τινῶν λέγει ἢ ὧνπερ σύμπαντες οἱ ἄλλοι ποιηταί;
ホメロスは、他のすべての詩人たちが語っているのとは別の事柄について語っているのだろうか?
οὐ περὶ πολέμου τε τὰ πολλὰ διελήλυθεν καὶ περὶ ὁμιλιῶν πρὸς ἀλλήλους ἀνθρώπων ἀγαθῶν τε καὶ κακῶν καὶ ἰδιωτῶν καὶ δημιουργῶν, καὶ περὶ θεῶν πρὸς ἀλλήλους καὶ πρὸς ἀνθρώπους ὁμιλούντων, ὡς ὁμιλοῦσι, καὶ περὶ τῶν οὐρανίων παθημάτων καὶ περὶ τῶν ἐν Ἅιδου, καὶ γενέσεις καὶ θεῶν καὶ ἡρώων;
彼は、そのほとんどにおいて、戦争や、優れた人々や悪い人々、一般市民や職人たちの相互の交わりについて、また神々が相互に、あるいは人間に対して交わるときのその交わりの様子について、さらに天上の現象や冥府における出来事について、そして神々や英雄たちの系譜について詳しく語っているのではないか?
οὐ ταῦτά ἐστι περὶ ὧν Ὅμηρος τὴν ποίησιν πεποίηκεν;
ホメロスがその詩を作ったのは、これらの事柄についてではないのか?
ΙΩΝ. ἀληθῆ λέγεις, ὦ Σώκρατες.
イオン:おっしゃる通りです、ソクラテス。
ΣΩ. τί δὲ οἱ ἄλλοι ποιηταί;
ソクラテス:では、他の詩人たちはどうだろう?
οὐ περὶ τῶν αὐτῶν τούτων;
これらと同じ事柄について作っているのではないかね?
ΙΩΝ. ναί, ἀλλʼ, ὦ Σώκρατες, οὐχ ὁμοίως πεποιήκασι καὶ Ὅμηρος.
イオン:はい、しかしソクラテス、彼らはホメロスのように作ってはいません。
ΣΩ. τί μήν;
ソクラテス:ではどうなのだ?
κάκιον;
より劣っているのか?
ΙΩΝ. πολύ γε.
イオン:はるかに劣っています。
ΣΩ. Ὅμηρος δὲ ἄμεινον;
ソクラテス:そして、ホメロスの方がより優れていると?
ΙΩΝ. ἄμεινον μέντοι νὴ Δία.
イオン:ええ、ゼウスにかけて、確かに、より優れています。
ΣΩ. οὐκοῦν, ὦ φίλη κεφαλὴ Ἴων, ὅταν περὶ ἀριθμοῦ πολλῶν λεγόντων εἷς τις ἄριστα λέγῃ, γνώσεται δήπου τις τὸν εὖ λέγοντα;
ソクラテス:それなら、親愛なるイオンよ、数について多くの人々が語っている時に、誰か一人が最も見事に語るなら、その見事に語っている者を誰かが見分けることができるのではないかね?
ΙΩΝ. φημί.
イオン:そうです。
ΣΩ. πότερον οὖν ὁ αὐτὸς ὅσπερ καὶ τοὺς κακῶς λέγοντας, ἢ ἄλλος;
ソクラテス:では、見事に語る者を見分けるのは、悪く語る者たちを見分けるのと同じ人物だろうか、それとも別の人だろうか?
ΙΩΝ. ὁ αὐτὸς δήπου.
イオン:同じ人物です、当然ながら。
ΣΩ. οὐκοῦν ὁ τὴν ἀριθμητικὴν τέχνην ἔχων οὗτός ἐστιν;
ソクラテス:それは算術の技術を持っている者ではないかね?
ΙΩΝ. ναί.
イオン:そうです。
ΣΩ. τί δʼ; ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγῃ, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός;
ソクラテス:では、健康に良い食べ物がどのようなものであるかについて多くの人々が語っている時に、誰か一人が最も見事に語るなら、最も見事に語る者を「見事に語っている」と認識する人と、より悪く語る者を「悪く語っている」と認識する人とは別の人だろうか、それとも同じ人だろうか?
ΙΩΝ. δῆλον δήπου, ὁ αὐτός.
イオン:明らかに同じ人です、当然ながら。
ΣΩ. τίς οὗτος;
ソクラテス:その人は誰だろう?
τί ὄνομα αὐτῷ;
彼の名前は何だろう?
ΙΩΝ. ἰατρός.
イオン:医者です。