Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §271-272

全能智者欧绪德谟兄弟的登场与介绍

第 1 段,共 25 段 · 希腊语

内容简介

克里同询问苏格拉底,昨天在吕克昂与他交谈的两名外邦人是谁。苏格拉底解释说,这两位是精通武装和言辞战斗的万能智者欧绪德谟与狄奥尼索多洛,并表示自己打算向他们学习。

§271ΚΡ. τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου;
克里同:苏格拉底,你昨天在吕克昂和谁谈话呢?
ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστʼ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τʼ ἦ ἀκοῦσαι σαφές·
当时围在你们身旁的旁听者确实太多了,以至于我虽然想听并走上前去,却什么也听不清楚。
ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου.
不过,我探头看去,觉得和你谈话的人似乎是某个外邦人。
τίς ἦν;
他是谁?
ΣΩ. πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων;
苏格拉底:克里同,你问的是这两个人中的哪一个?
οὐ γὰρ εἷς ἀλλὰ δύʼ ἤστην.
因为来的不是一个,而是两个。
ΚΡ. ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς τρίτος ἀπὸ σοῦ καθῆστο·
克里同:我指的是坐在你右手边第三个的那个人。
ἐν μέσῳ δʼ ὑμῶν τὸ Ἀξιόχου μειράκιον ἦν.
你们中间坐着阿克西奥科斯的那个儿子,那个年轻人。
καὶ μάλα πολύ, ὦ Σώκρατες, ἐπιδεδωκέναι μοι ἔδοξεν, καὶ τοῦ ἡμετέρου οὐ πολύ τι τὴν ἡλικίαν διαφέρειν Κριτοβούλου.
苏格拉底,我觉得他长高了许多,而且看起来和我们的克里托布洛斯年龄差不了多少。
ἀλλʼ ἐκεῖνος μὲν σκληφρός, οὗτος δὲ προφερὴς καὶ καλὸς καὶ ἀγαθὸς τὴν ὄψιν.
不过克里托布洛斯很清瘦,而这一个则发育良好,容貌英俊,性格高尚。
ΣΩ. Εὐθύδημος οὗτός ἐστιν, ὦ Κρίτων, ὃν ἐρωτᾷς, ὁ δὲ παρʼ ἐμὲ καθήμενος ἐξ ἀριστερᾶς ἀδελφὸς τούτου, Διονυσόδωρος·
苏格拉底:克里同,你问的这一个是欧绪德谟,而坐在我左手边的他的兄弟是狄奥尼索多洛,他也参与了我们的谈话。
μετέχει δὲ καὶ οὗτος τῶν λόγων. ΚΡ. οὐδέτερον γιγνώσκω, ὦ Σώκρατες.
克里同:这两个人我都不认识,苏格拉底。
καινοί τινες αὖ οὗτοι, ὡς ἔοικε, σοφισταί·
看来他们又是某种新出现的智者。
ποδαποί;
他们是哪里人?
καὶ τίς ἡ σοφία;
他们的智慧是什么?
ΣΩ. οὗτοι τὸ μὲν γένος, ὡς ἐγᾦμαι, ἐντεῦθέν ποθέν εἰσιν ἐκ Χίου, ἀπῴκησαν δὲ ἐς Θουρίους, φεύγοντες δὲ ἐκεῖθεν πόλλʼ ἤδη ἔτη περὶ τούσδε τοὺς τόπους διατρίβουσιν.
苏格拉底:至于他们的出身,据我所知,他们大概是来自基奥斯那个地方,但后来移民到了图里伊,又从那里逃离,现在已经在这一带生活好多年了。
ὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν, θαυμασία, ὦ Κρίτων·
至于你问的他们的智慧,克里同,那是惊人的。
πάσσοφοι ἀτεχνῶς τώ γε, οὐδʼ ᾔδη πρὸ τοῦ ὅτι εἶεν οἱ παγκρατιασταί.
这两个人简直无所不知。
τούτω γάρ ἐστον κομιδῇ παμμάχω.
在此之前,我甚至不知道什么是全能竞技者,因为这两个人完全是万能斗士。
οὐ κατὰ τὼ Ἀκαρνᾶνε ἐγενέσθην τὼ παγκρατιαστὰ ἀδελφώ· ἐκείνω μὲν γὰρ τῷ σώματι μόνον οἵω τε μάχεσθαι, τούτω δὲ πρῶτον μὲν τῷ σώματι δεινοτάτω ἐστὸν §272ΣΩ. —ἐν ὅπλοις γὰρ αὐτώ τε σοφὼ πάνυ μάχεσθαι καὶ ἄλλον, ὃς ἂν διδῷ μισθόν, οἵω τε ποιῆσαι—ἔπειτα τὴν ἐν τοῖς δικαστηρίοις μάχην κρατίστω καὶ ἀγωνίσασθαι καὶ ἄλλον διδάξαι λέγειν τε καὶ συγγράφεσθαι λόγους οἵους εἰς τὰ δικαστήρια.
他们不像阿卡纳尼亚的那对全能竞技者兄弟;那两个人仅仅在肉体上能够战斗,而这两个人,首先在肉体上就是最强悍的—— ——因为他们自己不仅非常精通武装战斗,而且只要有人付给他们学费,他们就能把那人也培养成这样—— 第二外,他们最擅长打法庭上的官司,既能自己去辩论,也能教别人在法庭上进行陈说和起草这类演说辞。
πρὸ τοῦ μὲν οὖν ταῦτα δεινὼ ἤστην μόνον, νῦν δὲ τέλος ἐπιτεθήκατον παγκρατιαστικῇ τέχνῃ.
因此,在此之前,他们仅在这些方面很厉害,但现在他们已经为全能竞技之术画上了完美的句号。
ἣ γὰρ ἦν λοιπὴ αὐτοῖν μάχη ἀργός, ταύτην νῦν ἐξείργασθον, ὥστε μηδʼ ἂν ἕνα αὐτοῖς οἷόν τʼ εἶναι μηδʼ ἀντᾶραι·
因为他们把原本剩下的、还没有开发的唯一一种战斗形式现在也彻底完成了,以至于没有一个人能够对抗他们。
οὕτω δεινὼ γεγόνατον ἐν τοῖς λόγοις μάχεσθαί τε καὶ ἐξελέγχειν τὸ ἀεὶ λεγόμενον, ὁμοίως ἐάντε ψεῦδος ἐάντε ἀληθὲς ᾖ.
他们在言辞的战斗以及驳斥随时提出的论点上变得如此厉害,无论那论点是虚假还是真实都一样。
ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ἐν νῷ ἔχω τοῖν ἀνδροῖν παραδοῦναι ἐμαυτόν·
所以,克里同,我心里打算把自己托付给这两个人。
καὶ γάρ φατον ἐν ὀλίγῳ χρόνῳ ποιῆσαι ἂν καὶ ἄλλον ὁντινοῦν τὰ αὐτὰ ταῦτα δεινόν.
因为他们声称能在很短的时间内,让其他任何一个人也变得在这些同样的事情上如此厉害。
ΚΡ. τί δέ, ὦ Σώκρατες;
克里同:但是怎么会这样,苏格拉底?
οὐ φοβῇ τὴν ἡλικίαν, μὴ ἤδη πρεσβύτερος ᾖς;
你难道不担心自己的年纪,不担心自己已经太老了吗?
ΣΩ. ἥκιστά γε, ὦ Κρίτων·
苏格拉底:一点也不,克里同。
ἱκανὸν τεκμήριον ἔχω καὶ παραμύθιον τοῦ μὴ φοβεῖσθαι.
我有充分的证据和安慰让我不感到害怕。
αὐτὼ γὰρ τούτω, ὡς ἔπος εἰπεῖν, γέροντε ὄντε ἠρξάσθην ταύτης τῆς σοφίας ἧς ἔγωγε ἐπιθυμῶ, τῆς ἐριστικῆς·
因为正如人们所说,这两个人自己也是在成了老人之后才开始学习我所渴望的这种智慧,也就是争辩之术的。
πέρυσιν ἢ προπέρυσιν οὐδέπω ἤστην σοφώ.
在去年或前年,他们甚至还不是智者呢。
ἀλλʼ ἐγὼ ἓν μόνον φοβοῦμαι, μὴ αὖ ὄνειδος τοῖν ξένοιν περιάψω, ὥσπερ Κόννῳ τῷ Μητροβίου, τῷ κιθαριστῇ, ὃς ἐμὲ διδάσκει ἔτι καὶ νῦν κιθαρίζειν·
不过我唯独担心一件事,就是怕再次把恶名带给这两位外邦人,就像带给美特罗比乌斯的儿子、琴师康努斯那样,他到现在还在教我弹琴。
ὁρῶντες οὖν οἱ παῖδες οἱ συμφοιτηταί μοι ἐμοῦ τε καταγελῶσι καὶ τὸν Κόννον καλοῦσι γεροντοδιδάσκαλον.
我的那些同学,那些小孩子们,看见这情景就嘲笑我,还管康努斯叫“老人教师”。
μὴ οὖν καὶ τοῖν ξένοιν τις ταὐτὸν τοῦτο ὀνειδίσῃ· οἱ δʼ αὐτὸ τοῦτο ἴσως φοβούμενοι τάχα με οὐκ ἂν ἐθέλοιεν προσδέξασθαι.
所以,我担心有人会用同样的话来讥讽这两位外邦人,而他们自己可能正是因为害怕这一点,从而很快就不愿意接纳我了。
ἐγὼ δʼ, ὦ Κρίτων, ἐκεῖσε μὲν ἄλλους πέπεικα συμμαθητάς μοι φοιτᾶν πρεσβύτας, ἐνταῦθα δέ γε ἑτέρους πειράσομαι πείθειν.
但是,克里同,我已经说服了其他的同学(也就是一些老人)去那儿上学,在这里我也要试着说服其他的人。
καὶ σὺ τί οὐ συμφοιτᾷς;
你为什么不一起去上学呢?
ὡς δὲ δέλεαρ αὐτοῖς ἄξομεν τοὺς σοὺς ὑεῖς·
我们可以把你的儿子们带去作为诱饵。
ἐφιέμενοι γὰρ ἐκείνων οἶδʼ ὅτι καὶ ἡμᾶς παιδεύσουσιν.
因为我知道,他们为了得到这些孩子,也会顺便教育我们的。
ΚΡ. ἀλλʼ οὐδὲν κωλύει, ὦ Σώκρατες, ἐάν γε σοὶ δοκῇ.
克里同:只要你觉得合适,苏格拉底,那倒没有什么妨碍。
πρῶτον δέ μοι διήγησαι τὴν σοφίαν τοῖν ἀνδροῖν τίς ἐστιν, ἵνα εἰδῶ ὅτι καὶ μαθησόμεθα.
不过你先给我讲讲,这两个人的智慧到底是什么,好让我知道我们究竟能学到什么。
ΣΩ. οὐκ ἂν φθάνοις ἀκούων·
苏格拉底:你马上就能听到了。
ὡς οὐκ ἂν ἔχοιμί γε εἰπεῖν ὅτι οὐ προσεῖχον τὸν νοῦν αὐτοῖν, ἀλλὰ πάνυ καὶ προσεῖχον καὶ μέμνημαι, καί σοι πειράσομαι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι.
因为我不能说我没有留心听他们的话,相反我非常留心,而且记得很清楚,我会试着从头到尾给你讲一遍。
κατὰ θεὸν γάρ τινα ἔτυχον καθήμενος ἐνταῦθα, οὗπερ σύ με εἶδες, ἐν τῷ ἀποδυτηρίῳ μόνος, καὶ ἤδη ἐν νῷ εἶχον ἀναστῆναι·
因为由于某种神圣的机缘,我当时正好一个人坐在你看到我的那个地方,也就是更衣室里,而且我已经打算站起来了。
ἀνισταμένου δέ μου ἐγένετο τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.
但就在我起身的瞬间,那个惯常的迹象——也就是那个神圣的警示出现了。

词汇与语法注释

  1. 271aοἷός τʼ ἦ — ἦ 是动词 εἰμί 的未完成过去式第一人称单数(雅典方言),意为“我能够”(οἷός τʼ ἦ)。其主语是句首的 ἔγωγε,与分词 βουλόμενος 和 προσελθών 一致,不应与第三人称单数的 ἦν 相混淆。
  2. 271bἐπιδεδωκέναι — 动词 ἐπιδίδωμι(成长、进步)的完成时主动不定式。它在由无人称动词 ἔδοξεν(“在我看来”)引导的“对格加不定式”结构中充当主语补足语,其逻辑主语是前文的 τὸ Ἀξιόχου μειράκιον。
  3. 271cὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν — 关系代词 ὃ 充当表示限制/关系的对格(“至于……”),而 τὴν σοφίαν αὐτοῖν 则是 ἐρωτᾷς 的直接宾语,或者作为 ὃ 的同位语(先行结构)。整体起到引导主题的作用:“至于你所问及的他们的智慧”。
  4. 272aὥστε μηδʼ ἂν ἕνα αὐτοῖς οἷόν τʼ εἶναι — 由 ὥστε 引导的结果从句,其中包含带有潜在语气助词 ἄν 的不定式(ἂν ... εἶναι)。μηδʼ ἂν ἕνα 是 μηδὲ ἕνα(“没有一个人”)被 ἄν 插入而形成的分离构文(倒装/割裂),表达潜在结果:“以至于甚至没有一个人能够……”。
  5. 272dοὐκ ἂν φθάνοις ἀκούων — 动词 φθάνω(抢先、比……先)与分词 ἀκούων 以及潜在希求语气 ἂν φθάνοις 连用的习惯表达。直译为“你听这事不会嫌太早”,意为“那你就赶快听吧”或“我马上讲给你听”。

引用这一段

柏拉图, 尤西德莫斯篇 §271-272. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:271-272

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。