Humanitext Reader

莫斯霍斯 · 梅加拉 §1-61

梅加拉的哀诉与阿尔克墨涅的悲痛

第 1 段,共 2 段 · 希腊语

内容简介

赫拉克勒斯的妻子梅加拉向婆婆阿尔克墨涅倾诉,哀叹丈夫因发狂杀害孩子们所带来的深重悲剧、自己与家人的分离,以及丈夫无休止的危险劳役。阿尔克墨涅听后深表同情,与之同声哭泣。

§1Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις §2ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθος §3σῴζετ’ ἐπὶ ῥεθέεσσι;
“我的母亲,你为何如此折磨自己亲爱的心,极度地悲伤,而你往昔的红润已不再保留在双颊之上?
τί μοι τόσον ἠνίησαι;
你为何对我如此忧心忡忡?
§4ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς §5ἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ;
是因为你那光荣的儿子正在遭受无尽的痛苦,在一个无用之人的手下,就如同一只狮子屈服于一只幼鹿之下?
§6ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν §7ἀθάνατοι;
呜呼,哀哉! 众神为何竟如此羞辱我,不朽的众神啊?
τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
父母为何将我生在如此厄运之中?
§8δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον, §9τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν §10ἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν· §11τοῦ δ’ οὔτις γένετ’ ἄλλος ἀποτμότερος ζωόντων, §12οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
我这命运悲惨的人,自打进入一位完美无瑕之人的床榻,我曾尊崇他,视同我自己的双眼,且至今仍在心中对他敬重与敬畏;然而在活着的人中,没有谁比他更为不幸,也没有谁在自己的心灵中尝过如此之多的忧伤痛苦。
§13σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων §14ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα, §15παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν §16μαινόμενος κατὰ οἶκον, ὃ δ’ ἔμπλεος ἔσκε φόνοιο.
可怜的人啊,他用阿波罗亲自赐予他的弓,或是某位克尔或复仇女神的恐怖飞矢,杀死了自己的孩子,夺走了他们亲爱的生命,在屋里发狂,而屋中满是杀戮。
§17τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι §18βαλλομένους ὑπὸ πατρί, τὸ δ’ οὐδ’ ὄναρ ἤλυθεν ἄλλῳ.
那些孩子,我这不幸的人,曾用我自己的眼睛看见他们被他们的父亲击杀——这般惨状即便是梦中也未曾降临于他人。
§19οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι §20μητέρ’ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
当他们大声呼喊寻找他们的母亲时,我却无法救助他们,因为那不可战胜的灾难就在眼前。
§21ὡς δ’ ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς §22ὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχοντας §23θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺς §24πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ, §25οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇ §26ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου· §27ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα §28μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
宛如一只鸟儿为自己的雏鸟而哀哭,那些雏鸟在尚幼小之时,被一条可怕的蛇在浓密的灌木丛中吞食;而那鸟儿在它们周围飞着,发出极其凄厉的鸣叫,那高贵的母亲,却无法救助自己的孩子;因为连她自己也极度惧怕去接近那无情的怪物;就这样,我这不幸的母亲,哀悼着自己亲爱的子嗣,带着疯狂的步伐在巨大的屋子里四处游走。
§29ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ §30κεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα, §31Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
但愿我也曾与孩子们一同死去,身上带着穿透肝脏的毒箭倒下,统治着女性的伟大阿耳忒弥斯啊。
§32τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐνὶ χερσὶ τοκῆες §33πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης, §34καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων §35λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
若是那样,父母会在他们亲爱的手中为我们哭泣,带着许多随葬品,将我们送上同一座火葬柴堆,并且会把所有人的骨灰收集进一个金罐中,埋葬在我们最初出生的地方。
§36νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν §37Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες· §38αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης §39πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ §40αἰὲν ὁμῶς· δακρύων δὲ παρεστί μοι οὐδ’ ἴ ἐρωή.
而如今,他们居住在育马的忒拜,耕耘着阿奥尼亚平原深厚的土壤;而我,在赫拉那多岩石的城市底林斯,不幸地因诸多的痛苦而不断折磨着心灵,始终如一;而我的泪水竟无片刻止息。
§41ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν §42οἴκῳ ἐν ἡμετέρῳ· πολέων γάρ οἱ ἔργον ἑτοῖμον §43μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν §44μοχθίζει πέτρης ὅγ’ ἔχων νόον ἠὲ σιδήρου §45καρτερὸν ἐν στήθεσσι· σὺ δ’ ἠύτε λείβεαι ὕδωρ, §46νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ ὁπόσσα.
况且,我用眼睛看到丈夫的时间是如此短暂,在我们自己的家里;因为有许多劳苦的工作正等待着他,他漂泊在陆地与海洋之上,去承受这些劳苦,他的胸膛中怀着如同岩石或钢铁般坚强的心;而你却如水般消融,在黑夜中哭泣,也在宙斯所赐的所有白昼里落泪。
§47ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰς §48κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει· §49καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ §50ναίουσ’, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα §51οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ, §52νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴ §53ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι, §54σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα §55γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
的确,身旁没有任何其他的亲属能来安慰我,因为屋墙并未将他们合围在近处;事实上,他们全都居住在松林茂密的地峡彼方,居住着,而我没有一个可以投去目光的人,好让自我这极其不幸的女人,得以宽慰我这亲爱的心灵,唯有我的姐妹皮拉除外;可她自己也为她自己的丈夫伊菲克勒斯而更加忧伤,他是你的儿子;因为我想,你向一位神明和一位凡人男子生下了所有人中最不幸的孩子。
§56ὣς ἄρ’ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων §57κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο, §58μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
” 她如此说道;而她那比苹果还要丰盈的泪水,从眼睑流淌下来,滴入她迷人的胸怀,忆起她的孩子们,以及后来她自己的父母。
§59ὣς δ’ αὔτως δακρύοισι παρήϊα λεύκ’ ἐδίαινεν §60Ἀλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα §61μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
同样,阿尔克墨涅也用泪水浸湿了她白皙的双颊;她沉重地长叹,从心底里发出哀怨,用贤明的话语对她亲爱的儿媳如此说道:

词汇与语法注释

  1. §21δύρηται — 虚拟语气。这是史诗或古风时期比喻句中的典型用法,由 ὡς 引导,在没有语气词 ἄν(或 κε)的情况下使用虚拟语气。
  2. §29ὄφελον — 动词 ὀφείλω 的不定过去直说语气,与第30行的不定式 κεῖσθαι 连用,表示过去未能实现的愿望(“但愿我曾……”)。
  3. §32τῷ χ’ — 指示代词中性与格 τῷ(“因此,若是那样”)与条件语气词 κε(爱奥尼亚/史诗方言省音形式 χ’)的结合。它与第33行的过去直说语气 ἐπέβησαν 及第35行的 κατέθαψαν 连用,构成了与过去事实相反的虚拟条件句的主句(归结节)。
  4. §48σφε — 第三人称复数宾格代词(“他们”),作为动词 ἐέργει(主语为 τεῖχος)的直接宾语,指代前文的 κηδεμόνων(亲属们)。
  5. §56μήλων — 比较属格,修饰比较级 θαλερώτερα(“比苹果更丰盈/新鲜”)。将流淌的泪水比作苹果上的朝露。

引用这一段

莫斯霍斯, 梅加拉 §1-61. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0035.tlg004.humanitext-grc2:1-61

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。