Humanitext Reader

莫斯霍斯 · 欧罗巴 §1-85

欧罗巴的梦境与化作公牛的宙斯临近

第 1 段,共 2 段 · 希腊语

内容简介

欧罗巴在阿佛洛狄忒送来的奇梦中醒来,与女伴们一同前往海边的草地采花。她提着赫菲斯托斯精制的黄金花篮嬉戏时,为之倾倒的宙斯化身为一头美丽的公牛悄然接近。

§1Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον, §2νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς, §3ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων §4λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ, §5εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων· §6τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι §7Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια §8ὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι, §9ἄσσιον ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.
阿佛洛狄忒曾给欧罗巴送去一个甜蜜的梦,当夜色的第三个时辰已经到来,黎明将近,当比蜜还甜的睡眠落在眼睑上,松弛四肢的眠以温柔的纽带束缚着双眼,此时,真实的梦境之群也在原野上放牧;那时,在屋宇之下深睡着的、腓尼基的女儿、仍是处女的欧罗巴,梦见两块大陆正为了她而互相争斗,近处的大陆与对岸的大陆;而她们拥有妇人般的外貌。
§10τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκει §11ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης, §12φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
其中一人有着异乡女子的外貌,而另一人则像本地的女子,并且更加紧紧地护卫着她自己的女儿,声称是自己生育了她,也是自己抚育了她。
§13ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν §14εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο §15ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
而另一人则用强有力的双手强行拉扯着并非不情愿的她,因为她说,依照手持埃吉斯神盾的宙斯的旨意,欧罗巴注定要成为她的奖赏。
§16ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα, §17παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
她因恐惧而从铺设好的床榻上惊跳起来,心惊肉跳;因为她看见那梦境,宛如亲眼所见。
§18ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ §19εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
她坐了许久,默默无语,而那两位妇人的身影仍留在她大张的双眸之中。
§20ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν·
许久之后,她终于发出恐惧的少女之声: “天上的诸神中,是谁向我投下如此幻影?
§21τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν; §22ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν §23ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
是什么样的梦,在我内室铺好的床榻上、正香甜熟睡的我吓了一跳?
§24τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
而在睡梦中,我见到的那位异乡女子又是谁?
§25ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ §26ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
对她的渴望如何攫住了我的心,而她自己又是如何欢喜地接纳我,视我如自己的孩子一般!
§27ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.
但愿愿福的神明能为我将这梦境化作吉兆。
§28ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας §29ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας, §30τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο, §31ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων, §32ἢ ὁπότ’ ἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι.
” 她说完便站起身,去寻找她亲爱的同伴们,那些与她同龄、心心相印、出身高贵的少女们,每当她准备起舞,或是在溪流的源头洗净肌肤,又或是在草地上采集芬芳的百合时,总与她们一同嬉戏。
§33αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστη §34ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον §35ἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο §36τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
她们立时显现在她面前;每个人手里都拿着盛花的篮子;她们一同走向那临海的草地,在那里她们总是成群结队地聚集,沉醉于玫瑰的花容与波涛的鸣响中。
§37αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια, §38θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο, §39ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίου §40ἤϊεν· ἣ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ, §41ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃ §42μήτηρ Τηλεφάσσα περικλυτὸν ὤπασε δῶρον.
而欧罗巴自己提着一个金篮子,令人瞩目,是一件伟大的奇迹,是赫菲斯托斯的杰作,这是他送给利比亚的礼物,当她走向震地之神的床榻时;而她又转赠给了美丽的泰勒法阿萨,后者是她的血亲;而对于未嫁的欧罗巴,母亲泰勒法阿萨赠予了这件名震四方的礼物。
§43ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.
在这篮子里,雕琢着许多闪耀着光芒的精美图案。
§44ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ, §45εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.
其中有用黄金制成的伊那科斯之女伊娥,此时她仍是一头小母牛,不具妇人的身形。
§46φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα, §47νηχομένῃ ἰκέλη· κυανῆ δ’ ἐτέτυκτο θάλασσα.
她步履狂乱,双足踏上咸涩的旅途,宛如在水中泅渡;而大海是用深蓝色制成的。
§48δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύος αἰγιαλοῖο §49φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.
两个男子高高地站在海岸的峭壁之上,一同注视着那只渡海的母牛。
§50ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ §51πόρτιος Ἰναχίης, τὴν δ’ ἑπταπόρῳ παρὰ Νείλῳ §52ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
其中还有克洛诺斯之子宙斯,正用双手轻轻抚摸着伊那科斯的小母牛,在有着七条支流的尼罗河畔,他将她从一头角形优美的母牛重新变回妇人。
§53ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις §54χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
尼罗河的溪流是银制的,而那小母牛是青铜的,而宙斯本人则是用黄金铸成。
§55ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο §56Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο §57Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
在旋转的篮子边缘之下,赫耳墨斯被精心地雕琢着;在他身旁横卧着阿耳戈斯,他因那些永不不眠的眼睛而显得与众不同。
§58τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν §59ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ, §60ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς· §61χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.
而从他那鲜红的血液中,诞生了一只因羽翼色彩如百花般绚丽而自豪的鸟,它展开羽扇,犹如一艘飞速航行的轻舟;那展开的羽扇覆盖着金篮子的边缘。
§62τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
极美的欧罗巴所持的正是这样一个篮子。
§63αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον, §64ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.
当她们来到花团锦簇的草地时,每个人便各自用各种不同的花儿来娱悦心神。
§65τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον, §66ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε §67λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
她们之中,有的采摘芬芳的水仙,有的采摘风信子,有的采摘紫罗兰,有的采摘百里香;而在地上,春日滋养的草地上,繁茂的花瓣纷纷飘落。
§68αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν §69δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα §70ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα, §71οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
还有些人则在争相采摘着金色藏红花那芬芳的花瓣,互相竞争;然而,在她们正中的公主正用双手采撷着红玫瑰的绚丽光华,她显得无比出众,犹如泡中诞生的女神在美惠三女神中独占鳌头。
§72οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν, §73οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
然而,她注定无法长久地以花朵来愉悦心神,也注定无法继续守护她那无暇的贞洁之带。
§74ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο §75θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι §76Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
因为克洛诺斯之子一看见她,心神便被扰乱,他的心屈服于猝不及防的箭矢之下,那是塞浦路斯女神的箭,唯有她甚至能征服宙斯。
§77δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης §78παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι §79κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος, §80οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος §81ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον, §82οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος §83ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
正是为了避开忌妒的赫拉之怒,也希望欺骗少女那娇嫩的心灵,他隐匿了神身,改变了形体,变作一头公牛;并不是那种在牛栏里饲养的公牛,也不是那种拖着弯曲的犁铧开垦田畴的耕牛,不是在牧群中吃草的牛,更不是那种服从羁绊、拉着重载货车的役牛。
§84τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε, §85κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
他的其他身体部位呈黄褐色,额头正中闪耀着一轮银白色的圆斑,

词汇与语法注释

  1. §6τῆμος — 副词 `τῆμος`(那时)引导主句,与 §2 和 §3 中的 `ὅτε` 以及 §5 中的 `εὖτε`(当……之时)所引导的一系列时间从句相呼应。这种在冗长的条件铺垫后引出主句事件的紧密句式,是希腊化时期诗歌的典型特征。
  2. §8ὠίσατ’ — 意为“梦见”或“想象”。随后的 `ἠπείρους δοιὰς ... μάχεσθαι` 是“带定语的宾格与不定式(A.c.I.)”结构,其中宾格的 `ἠπείρους δοιὰς`(两块大陆)充当不定式 `μάχεσθαι` 的逻辑主语。
  3. §25ὥς μ’ ἔλαβε κραδίην — `ὥς` 是感叹副词(“如何”、“多么”)。代词 `με`(我)与 `κραδίην`(心、心脏)构成了“整体与部分宾格”(σχῆμα καθ᾽ ὅλον καὶ μέρος)关系,并列作为动词 `ἔλαβε` 的宾语。
  4. §74ὥς μιν φράσαθ̓, ὡς ἐόλητο — 第一个 `ὥς` 意为“一……就”(引导时间从句),第二个带有重音的 `ὡς` 意为“就那样”(表示相呼应)。这一呼应结构强调了宙斯一看到她,心神立时便陷入混乱的即时性。

引用这一段

莫斯霍斯, 欧罗巴 §1-85. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0035.tlg002.humanitext-grc2:1-85

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。