Humanitext Reader

莫斯霍斯 · 逃跑的爱神 §1-29

阿佛洛狄忒悬赏寻厄洛斯及其特征

第 1 段,共 1 段 · 希腊语

内容简介

阿佛洛狄忒悬赏寻找逃跑的儿子厄洛斯,详细描述了他的外貌特征、残忍的天性以及他的武器,并警告捕获者不要被他的花言巧语所蒙骗。

§1Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· §2‘ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα, §3δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·
塞浦路斯女神大声呼喊着寻找她的儿子爱神厄洛斯: “谁若在十字路口看见了正在徘徊的厄洛斯,他就是我逃跑的奴隶;通报消息的人将获得奖赏。
§4μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν, §5οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’ ὦ ξένε καὶ πλέον ἑξεῖς.
你的奖赏就是塞浦路斯女神的吻;但如果你把他带来,这吻将不单单是吻,外邦人啊,你还会得到更多。
§6ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις νιν.
这孩子特征极为明显;你在二十个孩子中也能认出他来。
§7χρῶτα μὲν οὐ λεύκος, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ §8δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
他的肤色并不白皙,而是宛如烈火;他的双眼敏锐而闪烁着火焰;心肠歹毒,言语却甜美。
§9οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά, §10ὡς δὲ χολὰ νόος ἐστὶν· ἀνάμερος, ἠπεροπευτάς, §11οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.
因为他所想的与他所说的并不一致;他的声音如蜜,心思却如胆汁;他粗野无情、是个骗子,从不说真话,是个诡诈的孩子,玩着残忍的游戏。
§12εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον.
他的头上长着美丽的卷发,额头却显得傲慢无礼。
§13μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει, §14βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδα βασίλεια.
他的双手虽然娇小,却能射得很远,甚至能射到阿刻戎河和哈得斯的冥府。
§15γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.
他全身赤裸,但他的心思却防备严密。
§16καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ, §17ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
他像鸟儿一样长着翅膀,从一个人飞向另一个人,无论是男人还是女人,他都盘踞在他们的心肺之上。
§18τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον, §19τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται.
他拿着一把极小的弓,弓上搭着箭,这箭虽小,却能一直飞到高空。
§20καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντὶ §21τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
他的背上背着金色的箭袋,里面装着那些痛苦的箭,他也经常用它们来伤害我。
§22πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἁ δαῒς αὐτῷ· §23βαιὰ λαμπὰς ἐοῖσα τὸν ἅλιον αὐτὸν ἀναίθει.
所有这一切都是残酷的,而他的火炬更是变本加厉,那只是一支微弱的火把,却能把太阳本身也点燃。
§24ἤν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς.
如果你抓住了他,就把他绑着带来,千万不要怜悯他。
§25κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ.
哪怕你看见他哭泣,也要防备他,免得他欺骗了你。
§26κἢν γελάῃ, τύ νιν ἕλκε. καὶ ἢν ἐθέλῃ σε φιλῆσαι,
哪怕他笑,你也要拖着他。
§27φεῦγε· κακὸν τὸ φίλημα, τὰ χείλεα φάρμακον ἐντί.
如果他想亲吻你,赶紧躲开;他的吻是邪恶的,他的双唇就是毒药。
§28ἢν δὲ λέγῃ λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα, §29μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.
如果他说: “把这些拿去吧,我把我所有的武器都送给你,” 千万不要碰那些骗人的礼物;因为它们全是在火里浸过的。

词汇与语法注释

  1. §1μακρὸν — 形容词 μακρός 的中性单数宾格在此用作副词,修饰动词 ἐβώστρει,表示“大声地”、“向着远处地”呼喊。
  2. §6μάθοις — 第二人称单数祈愿式。通常与 ἄν 连用表示可能性,此处在诗歌中省略了 ἄν,仍表示可能性,即“你应当能认出”。
  3. §7χρῶτα — 名词 χρώς 的宾格形式,用作关系宾格(或限定宾格),表示“就肤色而言”、“在皮肤上”。
  4. §15τό γε σῶμα — 关系宾格,表示“就身体而言”,与后半句的主格主语 νόος(心思)形成对比。
  5. §22αὐτῷ — 领有与格,修饰 ἁ δαῒς(他的火炬),并与 πολὺ πλέον(更加[残酷])连用。

引用这一段

莫斯霍斯, 逃跑的爱神 §1-29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0035.tlg001.humanitext-grc2:1-29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。