§3.1Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θʼ Ἑλένᾳ §3.2κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι, §3.3Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων §3.4ἵππων ἄωτον.
我祈愿能取悦好客的廷达瑞俄斯之子们以及美发的海伦,在我荣耀显赫的阿克拉加斯之时,树立起特伦的奥林匹亚胜利赞歌,那疲惫不知之足的骏马们的精粹。
Μοῖσα δʼ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον §3.5Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ §3.6ἀγλαόκωμον.
缪斯如此陪伴着我,让我找到了全新的方式,将那荣耀狂欢的歌声与多利亚式的凉鞋谐和相配。
ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι §3.7πράσσοντί με τοῦτο θεόδματον χρέος, §3.8φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν
因为系在头发上的花冠要求我履行这一神所建立的义务,将变幻多彩的竖琴、长笛的鸣响以及诗句的组合,恰如其分地与埃内西达莫斯之子融合在一起。
§3.9Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν·
比萨也召唤我大声歌唱。
τᾶς ἄπο §3.10θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί, §3.11ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας, §3.12ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν §3.13ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας·
从那里,拥有神赐命运的歌谣走向世人,无论何人,在赛前履行赫拉克勒斯先前的诫命时,严正的埃托利亚人——希腊竞技裁判,从高处将橄榄枝青绿色的装饰戴在他的头发上。
τάν ποτε §3.14Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας, §3.15μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων §3.16δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.
这橄榄枝曾由安菲特律翁之子从伊斯特河阴凉的泉源处带回,作为奥林匹亚竞技最美丽的纪念物,他用言语说服了阿波罗的仆人海波里恩人的子民。
§3.17πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ §3.18ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τʼ ἀρετᾶν.
他怀着忠诚的心意,为宙斯那接待万客的神圣林苑请求一处阴凉的植株,供世人共享,并作为美德的花冠。
§3.19ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος §3.20ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα, §3.21καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶ §3.22θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ·
因为对他而言,当祭坛已为父亲圣化之时,乘着黄金战车的半月在黄昏燃起了饱满的夜之眼,他同时创设了大竞技的神圣裁判和五年一度的节日,就在阿斐乌斯河神圣的陡岸之上。
§3.23ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.
然而,在克洛诺斯之子培洛普斯的山谷中,那片土地并未茂盛地生长着美丽的树木。
§3.24τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.
缺少了这些,在他看来,这片园子暴露在太阳暴烈的强光之下。
§3.25δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα §3.26Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ §3.27δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν, §3.28εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν §3.29χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα §3.30ἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.
就在那时,他的心灵促使他前往伊斯特人的土地;在那里,勒托那驱马的女儿接待了从阿卡迪亚的群山和盘旋曲折的深谷中走来的他,当欧律斯透斯因其父之意的强迫而催促他去带回那只金角的雌鹿,这只鹿曾由泰格特献给奥尔托西亚并铭刻为神圣之物。
§3.31τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα §3.32ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς. §3.33τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου §3.34ἵππων φυτεῦσαι.
追逐着它,他也看到了在寒冷的北风吹拂背后的那片土地;他在那里伫立,对那些树木惊叹不已,甜美的渴望占有了他,使他想在马匹十二圈竞跑的终点周围种植它们。
καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται §3.35σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
如今,他怀着慈悲的心意,与束着深色腰带的勒达的双生子一同,为了神一样的凡人们来到这个节日。
§3.36τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν §3.37ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου §3.38διφρηλασίας.
因为在他前往奥林匹斯时,曾将管理关于男子美德及疾驰战车竞驶的精彩竞技托付给他们。
ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις §3.39Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν §3.40ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις, §3.41εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
无论如何,我的心灵驱使我去宣称,荣耀已降临于埃梅尼达伊家族以及特伦,这是由善于御马的廷达瑞俄斯之子们所赐予的,因为在凡人中,他们以最丰富的好客之筵接待他们,怀着虔敬的意念守护着福乐众神的祭仪。
§3.42εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, §3.43νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται §3.44οἴκοθεν Ἡρακλέος σταλᾶν.
如果水是最卓越的,而黄金在财富中是最受尊崇的,那么如今特伦凭着他的美德已达到了极限,从他的家园触碰到了赫拉克勒斯的石柱。
τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον §3.45κἀσόφοις.
那更远的前方,无论对智者还是愚者而言,都是无法涉足的。
οὔ νιν διώξω· κεινὸς εἴην.
我绝不去追寻它;否则我便是空虚。