§11.1ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα §11.2χρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων, §11.3ὀμβρίων παίδων νεφέλας.
人类有时最需要风,有时最需要天上的雨水,即那云朵所生的雨之子。
§11.4εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι §11.5ὑστέρων ἀρχὰ λόγων §11.6τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
但若有人伴随着劳苦而获得成功,那声音甜美的赞歌便会成为日后颂词的开端,并成为对伟大美德的忠实誓盟。
τὰ μὲν ἁμετέρα §11.9γλῶσσα ποιμαίνειν ἐθέλει· §11.10ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
我的舌头正乐于去培育这些;然而,人能凭借智慧的心智同样繁荣,乃是由于神明。
§11.11ἴσθι νῦν, Ἀρχεστράτου §11.12παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν §11.13κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας §11.14ἁδυμελῆ κελαδήσω, §11.15Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.
现在你要知道,阿尔克斯特拉托斯之子哈格西达莫斯,为了你的拳击,在黄金橄榄枝的冠冕之上,我将吟唱甜美悦耳的赞饰,并向西洛克里的部族致敬。