§5.1Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
凡信耶稣是基督的,都是从神而生,凡爱生他之神的,也必爱从神生的。
§5.2ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν·
我们若爱神,又遵守他的诫命,从此就知道我们爱神的儿女。
§5.3αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
我们遵守神的诫命,这就是爱他了,并且他的诫命不是难守的。
§5.4ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον. καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν·
因为凡从神生的,就胜过世界;使我们胜了世界的,就是我们的信心。
§5.5τίς ἐστιν [δὲ] ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ;
胜过世界的是谁呢? 不是那信耶稣是神儿子的吗?
§5.6Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλʼ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι·
这借着水和血来的,就是耶稣基督;不是单用水,乃是用水又用血。
καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ §5.7ὅτι τρεῖς εἰσὶν οἱ μαρτυροῦντες, ἀλήθεια.
并且有圣灵作见证,因为圣灵就是那真理。
§5.8τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
因为作见证的原来有三:就是圣灵、水与血,这三样也都归于一。
§5.9εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
我们若领受人的见证,神的见证更该领受了,因神的见证是为他儿子作的。
§5.10ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
信神儿子的,就有这见证在他心里;不信神的,就是把神当作说谎的,因不信神为他儿子作的见证。
§5.11καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ὁ θεὸς ἡμῖν, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστίν.
这见证就是神赐给我们永生,这永生也是在他儿子里面。
§5.12ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
人有了神的儿子就有生命,没有神的儿子就没有生命。
§5.13Ταῦτα ἔγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.
我将这些话写给你们信奉神儿子之名的人,要叫你们知道自己有永生。
§5.14καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν.
我们若照他的旨意求什么,他就听我们,这是我们向他所存坦然无惧的心。
§5.15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπʼ αὐτοῦ.
既然知道他听我们一切所求的,就知道我们所求于他的,无不得着。
§5.16Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον.
人若看见弟兄犯了不至于死的罪,就当为他祈求,神必将生命赐给他们,就是给那些犯了不至于死之罪的人。
ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
有至于死的罪,我不说当为那罪祈求。
§5.17πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
凡不义的事都是罪,也有不至于死的罪。
§5.18Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
我们知道凡从神生的,必不犯罪,而且从神生的那一位也保护他,那恶者也就无法害他。
§5.19οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμέν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
我们知道,我们是属神的,全世界都卧在那恶者手下。
§5.20οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκομεν τὸν ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ.
我们也知道,神的儿子已经来到,且将智慧赐给我们,使我们能认识那位真实的,我们也在那位真实的里面,就是在他儿子耶稣基督里面。
οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.
这是真神,也是永生。
§5.21Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.
小子们哪,你们要自守,远避偶像!