§3.1Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν, καί ἐσμεν.
你们看,父赐给我们的是怎样的爱,使我们得称为神的儿女! 我们也真是他的儿女。
διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν.
世人所以不认识我们,是因为未曾认识他。
§3.2Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμέν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.
亲爱的弟兄啊,我们现在是神的儿女,将来如何,还未显明。
οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
但我们知道,主若显现,我们必要像他,因为必得见他的真体。
§3.3καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.
凡向他有这指望的,就洁净自己,像他洁净一样。
§3.4Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.
凡犯罪的,就是违背律法;违背律法就是罪。
§3.5καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
你们知道,主曾显现,是要除掉人的罪,在他里面并没有罪。
§3.6πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.
凡住在他里面的,就不犯罪;凡犯罪的,是未曾看见他,也未曾认识他。
§3.7Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς·
小子们哪,不要被人诱惑。
ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
行义的才是义人,正如主是义的一样。
§3.8ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.
犯罪的是属魔鬼,因为魔鬼从起初就犯罪。
εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
神的儿子显现出来,为要除灭魔鬼的作为。
§3.9Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.
凡从神生的,就不犯罪,因神的道存在他心里;他也不能犯罪,因为他是由神生的。
§3.10ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου·
从此就显出谁是神的儿女,谁是魔鬼的儿女。
πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
凡不行义的就不属神,不爱弟兄的也是如此。
§3.11ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους·
我们应当彼此相爱,这就是你们从起初所听见的命令。
§3.12οὐ καθὼς Καὶν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ·
不可像该隐;他是属那恶者,杀了他的兄弟。
καὶ χάριν τίνος ἔσφαξεν αὐτόν;
为什么杀了他呢?
ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
因自己的行为是恶的,兄弟的行为是善的。
§3.13Μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
弟兄们,世人若恨你们,不要以为希奇。
§3.14ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς·
我们因为爱弟兄,就晓得是已经出死入生了。
ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ.
没有爱心的,仍住在死中。
§3.15πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν.
凡恨他弟兄的,就是杀人的;你们晓得凡杀人的,没有永生存在他里面。
§3.16Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι.
主为我们舍命,我们从此就知道何为爱;我们也当为弟兄舍命。
§3.17ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;
凡有世上财物的,看见弟兄穷乏,却塞住怜恤的心,爱神的心怎能存在他里面呢?
§3.18Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
小子们哪,我们相爱,不要只在言语和舌头上,总要在行为和诚实上。
§3.19Ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν
从此就知道我们是属真理的,并且我们的心在神面前可以安稳。
§3.20ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
我们的心若责备我们,神比我们的心大,一切事没有不知道的。
§3.21Ἀγαπητοί, ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ,
亲爱的弟兄啊,我们的心若不责备我们,就可以向神坦然无惧了。
§3.22παρρησίαν ἔχομεν πρὸς τὸν θεόν, καὶ ὃ ἂν αἰτῶμεν λαμβάνομεν ἀπʼ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
并且我们一切所求的,就从他得着;因为我们遵守他的命令,行他所喜悦的事。
§3.23καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν.
神的命令就是叫我们信他儿子耶稣基督的名,且照他所赐给我们的命令彼此相爱。
§3.24καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ·
遵守神命令的,就住在神里面,神也住在他里面。
καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.
我们所以知道神住在我们里面,是因他所赐给我们的圣灵。