Humanitext Reader

新约圣经 · 希伯来书 §13.1-13.25

基督徒生活的实践劝勉与最后的问安

第 13 段,共 13 段 · 希腊语

内容简介

在最后一章中,作者就基督徒生活提出了实践性劝勉(包括弟兄相爱、接待客旅、纯洁以及顺从引导者)。信徒被劝勉要出到营外跟随基督,最后全信以提摩太获释的消息、问安和祝祷圆满结束。

§13.1Ἡ φιλαδελφία μενέτω.
你们务要常存弟兄相爱的心。
§13.2τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
不可忘记用爱心接待客旅;因为曾有接待客旅的,不知不觉就接待了天使。
§13.3μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
你们要纪念被捆绑的人,好像与他们同受捆绑;也要纪念受虐待的人,想到自己也是有身体的人。
§13.4Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.
婚姻,人人都当尊重,床也不可污秽;因为苟合行淫的人,神必要审判。
§13.5Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν "Οὐ μή σε ἀνῶ οὐδʼ οὐ μή σε ἐγκαταλίπω·
你们存心不可贪爱钱财,要以自己所有的为满足;因为主曾说:“我总不撇下你,也不丢弃你。
" §13.6ὥστε θαρροῦντας ἡμᾶς λέγειν " Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; "
” 所以我们可以放胆说:“主是我的帮助,我必不惧怕;人能把我怎么样呢?
§13.7Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
” 从前引导你们、传神之道给你们的人,你们要纪念他们,效法他们的信心,留心看他们为人结局。
§13.8Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
耶稣基督昨日、今日、一直到永远,是一样的。
διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε·
你们不要被那诸般怪异的教训勾引了去;因为人心靠恩得坚固才是好的,并不是靠饮食。
§13.9καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες.
那在饮食上专心的从来没有得着益处。
§13.10ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν [ἐξουσίαν] οἱ τῇ σκηνῇ λατρεύοντες.
我们有一祭坛,上面的祭物是那些在帐幕中供职的人无可权吃用的。
§13.11ὧν γὰρ "εἰσφέρεται" ζῴων "τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια" διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα "κατα καίεται ἔξω τῆς παρεμβολῆς· "
原来牲畜的“血被大祭司带入圣所作赎罪祭”;牲畜的身体却在“营外烧尽”。
§13.12διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
所以,耶稣要用自己的血使百姓成圣,也就在城门外受苦。
§13.13τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν "ἔξω τῆς παρεμβολῆς," τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,
这样,我们也当出到“营外”,就了祂去,忍受祂所受的凌辱。
§13.14οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν·
我们在这里本没有常存的城,乃是寻求那将来的城。
§13.15διʼ αὐτοῦ "ἀναφέρωμεν θυσίαν αἰνέσεως" διὰ παντὸς "τῷ θεῷ," τοῦτʼ ἔστιν "καρπὸν χειλέων" ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
我们应当靠着耶稣,常常“以颂赞为祭献给神”,这就是那承认主名之人“嘴唇的果子”。
§13.16τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.
只是不可忘记行善和捐输的事,因为这样的祭是神所喜悦的。
§13.17Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
你们要依从那些引导你们的,且要顺服;因他们为你们的灵魂时刻警醒,好像那将来交账的人,你们要使他们交的时候有欢乐,不至忧愁;若忧愁就与你们无益了。
§13.18Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
请你们为我们祷告,因我们自觉良心无亏,愿意凡事按正道而行。
§13.19περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχειον ἀποκατασταθῶ ὑμῖν.
我更求你们为我祷告,使我快些回到你们那里去。
§13.20Ὁ δὲ θεὸς τῆς εἰρήνης, "ὁ ἀναγαγὼν" ἐκ νεκρῶν "τὸν ποιμένά τῶν προβάτων" τὸν μέγαν "ἐν αἵματι διαθήκης αἰωνίου," τὸν κύριον ἡμῶν Ἰησοῦν, §13.21καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
但愿赐平安的神,就是那凭“永约之血”、“使群羊的大牧人”—我主耶稣从死里复活的神,在各样善事上成全你们,叫你们遵行祂的旨意;又藉着耶稣基督在你们心里行祂所喜悦的事。 愿荣耀归给祂,直到世世代代。
ἀμήν.
阿们!
§13.22Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
弟兄们,我略略写信给你们,望你们承受我劝勉的话。
§13.23Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχειον ἔρχηται ὄψομαι ὑμᾶς.
你们该知道,我们的兄弟提摩太已经释放了;他若快来,我必同他去见你们。
§13.24Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους.
请你们问引导你们的诸位和众圣徒安。
Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
从意大利来的人也问你们安。
§13.25Ἡ χάρις μετὰ πάντων ὑμῶν.
愿恩惠常与你们众人同在。

词汇与语法注释

  1. 13.2ἔλαθόν τινες ξενίσαντες — 这是动词 λανθάνω 与分词(此处为不定过去时分词 ξενίσαντες)连用时的惯用句式,用以表示“不知不觉地做某事”。
  2. 13.4Τίμιος ὁ γάμος — 虽然可以将其解释为省略系动词 ἐστίν 的陈述句,但鉴于前后文皆为命令式,在此将其理解为省略了第三人称命令式动词 ἔστω(或 εἴη)的命令/劝勉句更为自然。
  3. 13.11ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα ... τούτων τὰ σώματα — 这是一种关系代词引力(attraction)与前置(prolepsis)结构,其中关系代词 ὧν 在关系从句中修饰名词 ζῴων,而整个从句则被主句的指示代词 τούτων 所指向。
  4. 13.17ὡς λόγον ἀποδώσοντες — 连词 ὡς 与将来时分词 ἀποδώσοντες 结合,表示主观原因、意图或被赋予的职责(“作为要交账的人”)。其逻辑主语是主句的主语——指导者们(αὐτοὶ)。

引用这一段

新约圣经, 希伯来书 §13.1-13.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg019.humanitext-grc2:13.1-13.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。