§1.1ΠΟΛΥΜΕΡΩΣ ΚΑΙ ΠΟΛΥΤΡΟΠΩΣ πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις §1.2ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·
神在古时借着众先知,多次多方地向我们祖先说话;在这末后的日子,却借着祂的儿子向我们说话。 神已经立祂为承受万有者,也借着祂创造了宇宙。
§1.3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
"ἐκάθισεν ἐν δεξιᾷ"
τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, §1.4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
祂是神荣耀的光辉,是神本质的真像,用祂满有能力的话语托住万有。 祂洗净了人的罪,就 “坐下在高天至大者的右边”,祂所承受的名既然比天使的名更尊贵,祂就比天使远为优越。
§1.5Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων
"
Υἱός μου εἶ ξύ, ἐγὼ σήμερον γεγέννηκά σε,
"
καὶ πάλιν
"
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι
εἰς υἱόν; "
神曾对哪一个天使说过: “你是我的儿子,我今日生了你”,又对哪一个说过: “我要作他的父亲,他要作我的儿子” 吗?
§1.6ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει
"
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. "
再者,神带领长子进入世界的时候,说: “神的众天使都要拜祂。
§1.7καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει
"
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· " §1.8πρὸς δὲ τὸν υἱόν
"Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα [τοῦ αἰῶνος],"
καὶ ἡ
"ῥάβδος"
τῆς
"εὐθύτητος ῥάβδος τῆς βασιλείας"
αὐτοῦ.
” 关于天使,祂说: “神以祂的天使为风,以祂的仆役为火焰;” 但关于儿子,祂却说: “神啊,你的宝座是永永远远的,” 而 “公平的权杖” 则是 “祂国度的权杖”。
§1.9"ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· "
"διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον"
"ἀγαλλιάσεως παρα· τοὺς μετόχους σου·
“你喜爱公义,恨恶不法;” “所以神,就是你的神,用喜乐的油膏你,” “超过膏你的同伴。
" §1.10καί
"Σὺ κατʼ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας,"
"καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· " §1.11"αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· "
"καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται," §1.12"καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,"
ὡς ἱμάτιον
"καὶ ἀλλαγήσονται·
” 又说: “主啊,你起初奠定了地的根基,” “天也是你手的工作;” “天地都要灭亡,你却长存;” “天地都要像衣服一样渐渐旧了,” “你要把它们像外衣一样卷起来,” 就像衣服一样 “被更换。
"
"σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. "
但你却永不改变,你的年数也没有穷尽。
§1.13πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε
"
Κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; "
” 神曾对哪一个天使说过: “你坐在我的右边,等我把你的仇敌放在你的脚下作脚凳” 吗?
§1.14οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
天使不都是服役的灵,奉差遣为那些将要承受救恩的人服务吗?