§1.1ΠΑΥΛΟΣ δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν §1.2καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συνστρατιώτῃ ἡμῶν καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ· §1.3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
为基督耶稣被囚的保罗与兄弟提摩太,写信给我们亲爱的同工腓利门,和姐妹亚腓亚,并我们的战友亚基布,以及在你家中的教会:愿恩惠、平安从神我们的父和主耶稣基督归与你们!
§1.4Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, §1.5ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις εἰς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, §1.6ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ [τοῦ] ἐν ἡμῖν εἰς Χριστόν·
我常在祷告中提到你,常为你感谢我的神;因听说你对主耶稣和众圣徒有爱心和信心,愿你与人同有的信心产生功效,使人晓得我们里面的各样善事都是为基督做的。
§1.7χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
兄弟啊,我因你的爱心,极有喜乐,大得安慰,因众圣徒的心从你得到了畅快。
§1.8Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, §1.9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ,— §1.10παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου,
我虽然在基督里有极大的胆量吩咐你做合宜的事,然而因着爱心,我倒要恳求你。 像我这有年纪的保罗,现在又是为基督耶稣被囚的,— 为我的儿子恳求你,就是我在锁链中所生的阿尼西谋。
§1.11ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον, τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
他从前对你没有用处,但现在对你我都有用处。
§1.12ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα·
我现在打发他回你那里去,他是我心上的人。
§1.13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
我本有意把他留在我这里,好在我在为福音受捆锁中替你伺候我。
§1.14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
但未得你的同意,我不想做什么,好使你的善行不是出于勉强,而是出于甘心。
§1.15τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, §1.16οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
因为他暂时离开你,或者是为了让你永远得着他,不再是奴隶,而是高过奴隶,是亲爱的兄弟。 对我确实如此,对你更将是如何,无论在肉身还是在主里。
§1.17εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
所以,你若视我为同伴,就收留他,如同收留我一样。
§1.18εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα·
他若亏负了你,或欠你什么,都归在我的账上。
§1.19ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω·
我保罗亲笔写:我必偿还。
ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
我并不对你说,连你自己也是欠我的。
§1.20ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ·
兄弟啊,愿我从你那里在主里得着好处。
ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.
求你使我的心在基督里得到畅快。
§1.21Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις.
我深信你必听从,所以写信给你,知道你所做的必过于我所说的。
§1.22ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ἱμῶν χαρισθήσομαι ὑμῖν.
此外,还请你为我预备住处,因为我盼望借着你们的祷告,我可以被赐给你们。
§1.23Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
在基督耶稣里与我同坐监的叶巴弗问你安。
§1.24Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
我的同工马可、亚里达古、底马、路加也问你安。
§1.25Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.
愿主耶稣基督的恩惠常在你们的心灵里!