§1.1ΠΑΥΛΟΣ ΚΑΙ ΣΙΛΟΥΑΝΟΣ ΚΑΙ ΤΙΜΟΘΕΟΣ τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ §1.2Χριστῷ·
保罗、西拉和提摩太,写信给在我们的父神和主耶稣基督里的帖撒罗尼迦人的教会。
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
愿恩惠、平安从我们的父神和主耶稣基督归于你们!
§1.3Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
弟兄们,我们该常为你们感谢神,这本是合宜的;因你们的信心格外增长,并且你们众人彼此相爱的心也都充足。
§1.4ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐνκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
甚至我们在神的各教会里为你们夸口,都因你们在所受的一切逼迫患难中,仍旧存忍耐和信心。
§1.5ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
这正是神公义判决的明证,使你们配得过神的国,你们也为这国受苦。
§1.6εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν §1.7καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ
既然在神面前,将患难报应那加患难给你们的人是公义的,并使你们受患难的人与我们同得平安。
§1.8"ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν"
καὶ
"τοῖς μὴ ὑπακούουσιν"
τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
那时,主耶稣同他有能力的天使从天上显现,在火焰中,要报应那不认识神和不听从我们主耶稣福音的人。
§1.9οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον
"ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,"
他们要受刑罚,就是永远沉沦,离开主的面和祂权能的荣光。
§1.10"ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ"
καὶ
"θαυμασθῆναι"
ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς,
"ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. "
这是在祂显现的那日子,要在祂的圣徒身上得荣耀,又在一切信的人身上显为惊奇(因为你们信了我们对你们作的见证)。
§1.11Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, §1.12ὅπως
"ἐνδοξασθῇ τὸ ὄνομα"
τοῦ κυρίου ἡμῶν Ἰησοῦ
"ἐν ὑμῖν,"
καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
因此,我们常为你们祷告,愿我们的神看你们配得过所蒙的召,又用大能成就你们一切对美善的向往和信心的工作,叫我们主耶稣的名在你们身上得荣耀,你们也在祂身上得荣耀,都照着我们的神和主耶稣基督的恩。