Humanitext Reader

新约圣经 · 帖撒罗尼迦前书 §2.1-2.20

帖撒罗尼迦传道的回顾与对信徒的关怀

第 2 段,共 5 段 · 希腊语

内容简介

保罗回顾了在帖撒罗尼迦的传道工作,强调其动机纯正、自食其力且充满父亲般的关怀。他赞扬信徒忍受同胞的迫害,并表达了再次相见的迫切愿望,尽管目前受到撒但的阻碍。

§2.1Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν,
弟兄们,你们自己原知道我们进到你们那里,并不是徒然的。
§2.2ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι.
我们虽然先前在腓立比受了苦,受了侮辱,如你们所知道的,但还是在我们的神里放开胆量,在大争战中把神的福音传给你们。
§2.3ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ,
我们的劝勉不是出于错误,不是出于污秽,也不是用诡诈。
§2.4ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ "δοκιμάζοντι τας καρδίας" ἡμῶν.
但神既然验中了我们,把福音托付我们,我们就照样传讲,不像是要讨人喜欢,乃是要讨那察验我们心的神喜欢。
§2.5οὔτε γάρ ποτε ἐν λόγῳ κολακίας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς,
因为我们从来没有用过谄媚的话,这是你们知道的;也没有藏着贪心,这是神可以作见证的。
§2.6οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφʼ ὑμῶν οὔτε ἀπʼ ἄλλων, §2.7δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα·
我们作基督的使徒,虽然可以主张权威,却没有向你们或向别人求荣耀;我们作基督的使徒,虽然可以主张权威,但在你们中间却成了婴孩,如同母亲乳养自己的孩子。
§2.8οὕτως ὀμειρόμενοι ὑμῶν ηὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε·
我们既是这样爱你们,不但愿意将神的福音给你们,连自己的性命也愿意给你们,因你们是我们所疼爱的。
§2.9μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.
弟兄们,你们记念我们的辛苦劳碌,昼夜作工,免得累着你们任何人,把神的福音传给你们。
§2.10ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
我们向你们信主的人,是何等圣洁、公义、无可指摘,有你们作见证,也有神作见证。
§2.11καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ §2.12παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι, εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
你们也知道,我们怎样待你们各人,好像父亲待自己的儿女一样,劝勉你们,安慰你们,嘱咐你们,要叫你们行事为人对得起那召你们进他国、得他荣耀的神。
§2.13Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρʼ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
为此,我们也不住地感谢神,因你们听见我们所传神的道就领受了;不以为是人的道,乃以为是神的道。 这道实在是神的,而且运行在你们信主的人心中。
§2.14ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
弟兄们,你们曾效法犹太中在基督耶稣里神的各教会;因为你们也受了本地同胞的苦害,像他们受了犹太人的苦害一样。
§2.15τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, §2.16κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ "ἀναπληρῶσαι" αὐτῶν "τὰς" "ἁμαρτίας" πάντοτε.
这犹太人杀了主耶稣和先知,又把我们赶出去。 他们不得神的喜悦,且与众人为敌;不许我们传道给外邦人使外邦人得救,常常充满自己的罪恶。
ἔφθασεν δὲ ἐπʼ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
但神的忿怒临在他们身上,直到极处。
§2.17Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφʼ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
弟兄们,我们暂时与你们离别,是身子离别,心却不离别,我们极力地想法子,渴望能见你们的面。
§2.18διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς,
所以我们有意到你们那里去,我保罗也曾一再想去,只是撒但阻挡了我们。
§2.19τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως— ἢ οὐχὶ καὶ ὑμεῖς— ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
我们的盼望、喜乐,或所夸的冠冕是什么呢? 岂不是我们主耶稣来的时候、你们在他面前吗?
§2.20ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
因为你们就是我们的荣耀,我们的喜乐。

词汇与语法注释

  1. §2.1τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν — 被称为“先行先置(prolepsis)”的句法结构。逻辑上作为 ὅτι 从句主语的名词短语(τὴν εἴσοδον...)被提前,作为主句动词 οἴδατε 的直接宾语(宾格)。
  2. §2.4δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον — 完成时态被动语态动词 δεδοκιμάσμεθα(被认可)后面接表示资格或目的的不定式 πιστευθῆναι(被托付)。被动不定式 πιστευθῆναι 在此具有及物意,表示“被托付”,并带有名词 τὸ εὐαγγέλιον 作为其宾格宾语。
  3. §2.7δυνάμενοι ἐν βάρει εἶναι — 分词 δυνάμενοι 表示让步(“虽然我们能够”)。词组 ἐν βάρει εἶναι 既可以理解为“(在生活费方面)成为负担”(与 2.9 中的 ἐπιβαρῆσαι 相关),也可以理解为“主张作为使徒的权威/备受尊重”。
  4. §2.13λόγον ἀκοῆς παρʼ ἡμῶν τοῦ θεοῦ — 名词 λόγον 后面接同位语性或修饰性的属格 ἀκοῆς(倾听/信息),再叠加表示来源或所有权的属格 τοῦ θεοῦ(神的)。这是一个双重属格结构,意为“从我们这里听到的、源自神的道”。
  5. §2.16εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας — 介词 εἰς τό + 不定式的结构。既可以解释为目的(“为了充满”),也可以解释为结果(“结果导致充满”)。在此处,由于犹太人的阻挠行为必然导致其罪恶达到极点,因此结果的语气较强。

引用这一段

新约圣经, 帖撒罗尼迦前书 §2.1-2.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg013.humanitext-grc2:2.1-2.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。