§1.1ΠΑΥΛΟΣ ΚΑΙ ΤΙΜΟΘΕΟΣ δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· §1.2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
基督耶稣的仆人保罗和提摩太,写信给在腓立比的、在基督耶稣里的一切圣徒,以及诸位监督和执事:愿恩惠、平安从我们的父神和主耶稣基督归与你们!
§1.3Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, §1.4μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
我每逢想念你们,就感谢我的神;每逢为你们众人祈求的时候,常是欢欢喜喜地祈求。
§1.5ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
因为从第一天直到如今,你们都同心合意地兴旺福音。
§1.6πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Ἰησοῦ Χριστοῦ·
我深信那在你们心里动了善工的,必成全这工,直到耶稣基督的日子。
§1.7καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας·
我为你们众人有这样的意念,本是合理的;因为你们常在我心里,无论我是在捆锁之中,是在辩明证实福音的时候,你们都与我一同得恩。
§1.8μάρτυς γάρ μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
我凭着基督耶稣的心肠,怎样切切地想念你们众人,有神为我作见证。
§1.9καὶ τοῦτο προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, §1.10εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, §1.11πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
我所祷告的,就是要你们的爱心在知识和各样见识上多而又多,使你们能分别是非,作诚实无碍的人,直到基督的日子;并靠着耶稣基督结满了仁义的果子,叫荣耀称赞归与神。
§1.12Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, §1.13ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
弟兄们,我愿意你们知道,我所遭遇的事更是叫福音兴旺,以致我受的捆锁在御营全军和其余的人中,已经显明是为基督的缘故。
§1.14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν.
并且那在主里的弟兄,多半因我受的捆锁就笃信不疑,越发放胆传神的道,无所惧怕。
Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, §1.15τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν χριστὸν κηρύσσουσιν·
有的传基督是出于嫉妒纷争,也有的是出于好意。
§1.16οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι, §1.17οἱ δὲ ἐξ ἐριθίας τὸν χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
这一等是出于爱心,知道我是为辩明福音设立的;那一等传基督是出于结党,并不诚实,意思要加增我捆锁的苦楚。
§1.18τί γάρ;
这有何妨呢?
πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω·
或是假意,或是真心,无论怎样,基督究竟被传开了。
ἀλλὰ καὶ χαρήσομαι, §1.19οἶδα γὰρ ὅτι
"τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν"
διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
为此,我就欢喜,并且还要欢喜;因为我知道,这事借着你们的祈祷和耶稣基督之灵的帮助,终必叫我得救。
§1.20κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλʼ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
照着我所切慕、所盼望的,没有一事叫我羞愧。 只要凡事放胆,无论是生是死,总叫基督在我身上照常显大。
§1.21Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
因我活着就是基督,我死了就有益处。
§1.22εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, — καὶ τί αἱρήσομαι οὐ γνωρίζω·
但我在肉身活着,若成就工作的果子,我便不知道该挑选什么。
§1.23συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον,
我正在两难之间,情愿离世与基督同在,因为这是极好的。
§1.24τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον διʼ ὑμᾶς.
然而,我在肉身活着,为你们更是要紧的。
§1.25καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, §1.26ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
我既然这样深信,就知道仍要留存,并且要与你们众人同留,使你们在所信的道上又长进又喜乐,叫你们在基督耶稣里的欢乐,因我再到你们那里去,就越发加增。
§1.27Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
只要你们行事为人与基督的福音相称,叫我或来见你们,或不在你们那里,可以听见你们的光景,知道你们同有一个心志,站立得稳,为所信的福音齐心努力。
§1.28καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις ἐστιν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ,
凡事不怕敌人的惊吓,这是证明他们沉沦,你们得救,都是出于神。
§1.29ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),
因为你们蒙恩,不但得以信服基督,并要为他受苦。
§1.30τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
你们的争战,就与你们在我身上从前所看见、现在所听见的一样。