Humanitext Reader

阿里斯托芬 · 和平 §1-78

喂养屎壳郎与特里盖奥斯的狂乱

第 1 段,共 16 段 · 希腊语

内容简介

两个仆人一边给主人特里盖奥斯饲养的巨型金电虫喂食粪便并抱怨,一边向观众解释主人的奇异疯狂:他将金龟子当作飞马,企图乘着它飞往天上的宙斯那里。

§1αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
赶快,赶快把粪饼拿来给金龟子吃。
§2ἰδού.
拿去。
δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ §3καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
给它,那个注定要死得很惨的家伙,愿它永远吃不到比这更甜的粪饼!
§4δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
再给它一个,用驴粪捏成的。
§5ἰδοὺ μάλʼ αὖφις.
这不又好了一个。
ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;
你刚才拿走的那个到哪儿去了?
§6κατέφαγεν;
它吃光了?
§6bοὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας §7ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
不,凭宙斯发誓,没有,它是一把夺过去,用双脚滚来滚去,然后一口吞了下去。
§8ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
快,赶快揉许多,揉得紧实些。
§9ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν, §10εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.
掏粪的师傅们,看在神明的份上,帮帮我吧,除非你们想眼睁睁看着我被憋死。
§11ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος· §12τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
再给一个,再给一个,用男娼少年的粪捏的;因为它说它想要揉得精细的。
§12bἰδού.
拿去。
§13ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ· §14οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
各位,我觉得我至少洗清了一项罪名;因为谁也不能说我一边揉面一边偷吃。
§15αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν, §16καὶ τρῖβʼ ἔθʼ ἑτέρας.
哎呀,再给我拿一个,再拿一个,再拿一个来,还要继续揉。
§16bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ· §17οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
凭阿波罗发誓,我可不干了;我再也无法忍受这底舱污水的恶臭了。
§18αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
那我就把这污桶直接拿过去。
§19νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
凭宙斯发誓,滚到乌鸦那儿去吧,连你一起!
§20ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω, §21πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
但如果你们中有人知道,请告诉我,从哪里可以买到一个没有鼻孔的鼻子。
§22οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον §23ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
因为确实没有什么差事比这更悲惨的了:给一只金龟子揉粪并供它食用。
§24ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων §25φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος §26βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ, §27ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης §28ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
猪或狗,只要有人拉了屎,立马就会狼吞虎咽;但这家伙出于傲慢,摆架子,甚至不屑于吃,除非我整天为它揉好并端上去,就像给贵妇人揉圆饼一样。
§29ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι §30τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ.
不过我要看看它是否停止了进食,把这扇门虚掩一下,免得它看见我。
§31ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων §32τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
吃吧,愿你永远不要停止吃,直到你自己在不知不觉中胀破。
§33οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει, §34ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους, §35καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως §36ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία §37τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
瞧这该死的家伙低着头吃得,就像个摔跤手,转动着槽牙,而且把头和双手以某种方式,像这样转来转去,就像那些把粗绳索绞到商船上去的人一样。
§38μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·
真是个肮脏、臭气熏天又贪食的怪物!
§39χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ §40οὐκ οἶδʼ.
这到底是由哪个神明降下的灾祸,我不知道。
Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, §41οὐ μὴν Χαρίτων γε.
但对我来说这似乎不属于阿佛洛狄忒,确实也不属于美惠三女神。
§41bτοῦ γάρ ἐστʼ;
那到底是谁的?
§41cοὐκ ἔσθʼ ὅπως §42τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
绝不可能不是这个怪物不属于“降临者”宙斯。
§43οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι §44νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;
那么现在,观众中也许会有人说,某个自以为聪明的年轻人会问:“这是怎么回事?
§45ὁ κάνθαρος δὲ πρὸς τί;
那只金龟子是干什么用的?
κᾆτʼ αὐτῷ γʼ ἀνὴρ §46Ἰωνικός τίς φησι παρακαθήμενος· §47δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται, §48ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
”然后,某个坐在他旁边的爱奥尼亚人会说: “依我看,这是在暗讽克里昂,因为那家伙不要脸地吞食稀粪。
§49ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
” 好了,我要进去给金龟子喂点水喝。
§50ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις §51καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν §52καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω §53καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
至于我,我要把这个故事讲给孩子们听,讲给小伙子们听,讲给成年男子们听,讲给最伟大的男子们听,还要讲给这些极其高傲的人听。
§54ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον, §55οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ.
我的主人疯得有些出奇,不是像你们那样疯,而是另一种完全新奇的方式。
§56διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων §57ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ §58καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
因为他整天望着天空,像这样张着嘴,咒骂着宙斯,并且说:“噢,宙斯,你到底打算干什么?
§59κατάθου τὸ κόρημα·
放下扫帚!
μὴ ʼκκόρει τὴν Ἑλλάδα.
不要把希腊扫荡干净!
§60ἔα ἔα.
” 哎呀,哎呀!
§61σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
安静,因为我觉得我听到了声音。
§62ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;
“噢,宙斯,你到底想对我们的百姓做什么?
§63λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
你会在不知不觉中把城邦摧毁殆尽。
§64τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον.
” 就是这个,这正是我所说的那种灾难。
§65τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· §66ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή, §67πεύσεσθʼ.
因为你们听到了他发疯的证明;但当他的胆汁刚开始发作时,他最先说的话,你们将会听到。
ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί· §68πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;
因为他曾在这里自言自语说: “我怎样才能一直走到宙斯那里呢?
§69ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος, §70πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν, §71ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
” 然后,他做了些细长的梯子,顺着这些梯子想爬上天去,直到他摔下来,把头摔碎。
§72ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι §73εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον, §74κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν, §75καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον, §76ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν,
昨天在这之后,他不知鬼混到了哪里,带回了一只巨大的埃特纳金龟子,然后强迫我当它的马夫,而他自己抚摸着它,就像抚摸一匹小马,说道:“噢,我的小飞马,”他说,“高贵的羽翼,载着我,径直飞向宙斯吧!
§77ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών. §78ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
” 好吧,让我从这里偷看一眼,瞧瞧他在干什么。

词汇与语法注释

  1. §2τῷ κάκιστʼ ἀπολουμένῳ — 将来时分词带冠词的实质性用法,意为“注定要死得最惨的人”。这是古喜剧中常见的诅咒或谩骂公式语。
  2. §10ἀποπνιγέντα περιιδεῖν — 动词 `περιοράω`(忽视、听任)带补充性分词(此处为 `ἀποπνιγέντα`),意为“眼睁睁看着某人被憋死”。与条件从句 `εἰ μή` 一起,构成对观众的呼吁。
  3. §22ἦν ἄρʼ — 未完成过去时 `ἦν` 与语气词 `ἄρα` 连用,表示对早已存在的事实突然有了认识或发现(即所谓的“发现的 ἄρα”),意为“原来竟然是……”。
  4. §32ἕως σαυτὸν λάθοις διαρραγείς — 连词 `ἕως`(直到)受到主句表示愿望的祈愿式 `μὴ παύσαιο` 的同化,因而采用祈愿式 `λάθοις`。动词 `λανθάνω` 带分词 `διαρραγείς` 构成“在不知不觉中胀破”的意思。
  5. §63λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας — 将来时 `λήσεις`(动词 `λανθάνω`)与反身代词 `σεαυτόν` 以及不定过去时分词 `ἐκκοκκίσας` 结合,表示主语在未来不知不觉中完成的动作:“你会在自己毫无察觉的情况下毁灭这些城邦”。
  6. §70ἀνηρριχᾶτʼ ἂν — 直说式过去时(未完成过去时 `ἀνηρριχᾶτο`)与语气词 `ἄν` 连用,表示过去反复发生的动作或习惯(“常常爬上去”、“总是试着爬上去”),即反复的 ἄν 句式。

引用这一段

阿里斯托芬, 和平 §1-78. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:1-78

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。