§327νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
现在你总该看清她们了吧,除非你眼里塞了南瓜。
§328νὴ Δίʼ ἔγωγʼ, ὦ πολυτίμητοι·
凭宙斯发誓,我看见了,尊贵的女神们啊!
πάντα γὰρ ἤδη κατέχουσιν.
因为她们已经占满了每一个角落。
§329ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθʼ οὐδʼ ἐνόμιζες;
不过,你竟然不知道也不相信她们是女神吗?
§330μὰ Δίʼ ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.
不,凭宙斯发誓,我还以为她们只是雾气、露水和烟雾呢。
§331οὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς, §332Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας, §333κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας, §334οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.
凭宙斯发誓,你确实不知道,正是她们养活了极多的诡辩家、图里伊的预言家、行医骗子、戴着图章戒指且留着长发的懒汉、环舞合唱的歌曲篡改者,以及天文骗子,她们养活了这些游手好闲、无所事事的人,因为这些人把她们当作缪斯来吟咏。
§335ταῦτʼ ἄρʼ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν, §336πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας, §337εἶτʼ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς, §338ὄμβρους θʼ ὑδάτων δροσερᾶν Νεφελᾶν·
难怪他们会写出什么“潮湿、折射光芒之云的猛烈冲击”, “百头提丰的鬈发”,以及“狂飙的暴风”,还有“大气的湿气”、“在空中飞翔的弯爪飞禽”,以及“露水般的云彩带来的豪雨”。
εἶτʼ ἀντʼ αὐτῶν κατέπινον §339κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν.
然后,作为这些诗句的回报,他们狼吞虎咽地吃下肥大美妙的鲻鱼肉块,以及鸫鸟的美味禽肉。
§340διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως;
不过,既然多亏了这些女神,这难道不也是理所当然的吗?
那么请告诉我,究竟发生了什么,如果她们真的是云彩,怎么会像凡间的女子呢?
§342οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.
因为天上的云可不是那样的。
§342bφέρε ποῖαι γάρ τινές εἰσιν;
嗨,那你说她们是什么样的?
我也说不准;总之她们看起来像铺开的羊毛,凭宙斯发誓,一点也不像女人。
αὗται δὲ ῥῖνας ἔχουσιν.
可是眼前这些女神却长着鼻子!
§345ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.
那么,回答我将要问你的问题。
§345bλέγε νυν ταχέως ὅ τι βούλει.
那你想问什么就快问吧。
§346ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,
你以前抬头看天时,见过像半人马一样的云吗?
§347ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;
或者是像豹子、狼,或者是公牛?
§347bνὴ Δίʼ ἔγωγʼ.
凭宙斯发誓,我见过。
εἶτα τί τοῦτο;
那又怎么样呢?
§348γίγνονται πάνθʼ ὅ τι βούλονται·
她们能变成任何她们想变的东西。
κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην §349ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου, §350σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
所以,如果她们看到一个长发、像克塞诺凡托斯之子那样毛发蓬松的野蛮家伙,为了嘲笑他的疯狂,她们就把自己变成了半人马。
§351τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
那如果她们瞅见公款私吞者西蒙,会怎么做呢?
§352ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
为了揭露他的本性,她们会立刻变成狼。
§353ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι, §354ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.
正因如此,昨天她们一看见那个丢掉盾牌的克勒奥纽莫斯,晓得他是最胆小如鼠之辈,所以就变成了鹿。
§355καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.
还有现在,因为她们看到了克勒斯提涅斯,你瞧,所以才变成了女人的模样。
§356χαίρετε τοίνυν ὦ δέσποιναι·
那么向你们致敬,女主人啊!
καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ, §357οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
现在,如果曾经对别人这样做过,也请为我发出一声直达天际的呼喊吧,万物的女王啊!
§358χαῖρʼ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,
祝你安好,古老世代的老人,热爱文艺之论辩的狩猎者!
§359σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις·
还有你,极其微不足道的胡言乱语的祭司,告诉我们你想要什么。
§360οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν §361πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ, §362ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις, §363κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς.
因为在当今的天文诡辩家里,我们绝不听从任何人,除了普罗迪科斯之外——对他,是因为他的智慧和见识;而对你,是因为你在大街上趾高气扬、转动双眼,还赤着脚忍受许多困苦,并且因我们而摆出一副庄重的面孔。
§364ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
噢,大地啊,这是什么声音! 多么神圣、庄严又神奇啊!
§365αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.
的确,唯有她们才是神明,而其余的一切都是胡扯。
§366ὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;
可是宙斯呢,得啦,凭大地发誓,奥林匹斯山的宙斯难道不是我们的神吗?
§367ποῖος Ζεύς;
哪来的宙斯?
οὐ μὴ ληρήσεις·
别瞎说!
οὐδʼ ἔστι Ζεύς.
根本就没有宙斯这回事。
§367bτί λέγεις σύ;
你在说什么啊?
§368ἀλλὰ τίς ὕει;
那是谁在下雨?
τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.
先把这件事给我讲明白。
§369αὗται δήπου·
当然是她们了!
μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.
我会用有力的证据来教导你这一点。
§370φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;
得啦,你什么时候见过没有云彩却在下雨的?
§371καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.
可是如果真是他的话,他本该在晴空万里、云彩都走开的时候下雨才对。
§372νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας·
凭阿波罗发誓,你这番话跟眼下的论点配合得真是天衣无缝!
§373καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
不过,以前我真的以为是宙斯在拿着筛子撒尿呢。
§374ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον·
不过请告诉我,是谁在打雷?
τοῦτό με ποιεῖ τετρεμαίνειν.
这事可吓得我直打哆嗦。
§375αὗται βροντῶσι κυλινδόμεναι.
她们在滚动的时候便会发出雷声。
§375bτῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;
用什么方式,你这个什么都敢说的人?
§376ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι, §377κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι §378εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
当她们装满了大量的水,被迫向前移动时,她们因必然性而沉甸甸地挂满雨水落下来,接着由于沉重,彼此相撞,裂开并发出巨响。
§379ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;
可是,强迫她们移动的那个人是谁? 难道不是宙斯吗?
§380ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.
怎么可能,而是天上的旋风。
§380bΔῖνος;
旋风?
τουτί μʼ ἐλελήθειν, §381ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
这事我还真没察觉到:宙斯不复存在,而是旋风代替他成了现在的统治者。
§382ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.
不过,关于那碰撞声和雷鸣,你还没教我什么呢。