Humanitext Reader

阿里斯托芬 · 骑士 §320-401

帕夫拉戈尼亚人与香肠商竞比厚颜无耻

第 5 段,共 18 段 · 希腊语

内容简介

克里昂与香肠商之间的对骂进一步升级,两人争夺谁先发言的权利。他们竞相炫耀自己的奸诈与厚颜无耻,而骑士合唱队则在一旁为香肠商鼓劲。

§320πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
给同区的人和朋友们提供了极大的笑柄。
§321πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
因为还没到佩尔加萨伊,我就已经在鞋子里游泳了。
§323ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν, §325ἥπερ μόνη προστατεῖ ῥητόρων;
难道你不是从一开始就显露出那种厚颜无耻,那正是唯一保护演说家们的东西?
§326ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους, §327πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
你信赖着它,榨取外邦人中富有成果的人,作为第一人;而希波达莫斯之子看着这一幕,泪流满面。
§328ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ §329σοῦ μιαρώτερος, ὥστε με χαίρειν, §330ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν, §331πανουργίᾳ τε καὶ θράσει §332καὶ κοβαλικεύμασιν.
但是,确实出现了另一个男人,远比你更加肮脏,这令我感到高兴,他将阻止你并超越你,这在此时此地显而易见,凭着奸诈与胆大妄为,以及无赖的行径。
§333ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν, §334νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
那么,噢,在孕育了那些家伙的地方成长起来的人啊,现在证明给他们看,端庄规矩地长大根本一无是处。
§335καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
来,听听这家伙是个怎样的市民。
§336οὐκ αὖ μʼ ἐάσεις;
克里昂:你又不让我说话了吗?
§336bμὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
香肠商:凭宙斯起誓,不让,因为我也是个恶棍。
§337ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.
合唱队:如果他在这一步不肯退让,你就说你也是恶棍的后代。
§338οὐκ αὖ μʼ ἐάσεις;
克里昂:你又不让我说话了吗?
§338bμὰ Δία.
香肠商:凭宙斯起誓,不让。
§338cναὶ μὰ Δία.
克里昂:不,凭宙斯起誓,我要说!
§338dμὰ τὸν Ποσειδῶ.
香肠商:凭波塞冬起誓,休想。
§339ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
不,为了谁先发言这件事情,我要先争个底朝天。
§340οἴμοι διαρραγήσομαι.
克里昂:哎呀,我要气炸了!
§340bκαὶ μὴν ἐγὼ οὐ παρήσω.
香肠商:而我绝不退让。
§341πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
合唱队:让他,让他去吧,看在诸神的份上,让他气炸吧!
§342τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
克里昂:你究竟凭什么,竟敢在我面前自认有资格说话?
§343ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
香肠商:因为我也同样能说会道,而且还会调制浓汤。
§344ἰδοὺ λέγειν.
克里昂:瞧啊,‘说话’!
καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι §345ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
要是有一桩难办的事落在你头上,你把它当作生吞活剥的生肉接手,还能处理得妥妥当当。
§346ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς;
但你知道你似乎陷入了什么错觉吗?
ὅπερ τὸ πλῆθος.
就像平民大众常犯的那样。
§347εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, §348τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ, §349ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν, §350ᾤου δυνατὸς εἶναι λέγειν.
若是你碰巧对付某个外邦侨民,打赢了一场鸡毛砂皮的小官司,通宵在街上自言自语、喋喋不休,喝着清水、四处炫耀,让朋友们厌烦透顶,你就以为自己能言善道了。
ὦ μῶρε τῆς ἀνοίας.
噢,真是荒谬至极!
§351τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ §352ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
香肠商:那你又喝了什么,把这城邦弄得如今唯独被你一个人用利齿羞辱,只能保持沉默?
§353ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς
克里昂:你竟然想拿世上的哪个人来与我抗衡?
§354θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου §355οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
我可是立刻就能吞下热腾腾的金枪鱼肉,接着灌下一罐纯酒,然后去痛骂普洛斯的那些将军们。
§356ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν §357καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος §358λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
香肠商:而我偏要吞下牛的皱胃和母猪的肚子,接着把肉汤一饮而尽,连手都不洗,扼住演说家们的喉咙,把尼基阿斯搅得鸡犬不宁。
§359τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων· . ἓν δʼ οὐ προσίεταί με, §360τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
合唱队:你说别的倒都挺合我意,只有一点我无法接受,那就是你要独自一人把国事这盆肉汤给喝光。
§361ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
克里昂:但你休想靠吞下海鲈鱼来震慑米利都人。
§362ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
香肠商:不,我吃饱了牛肋骨,就要去买下矿山。
§363ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
克里昂:而我偏要闯入议事会,用武力把它搅浑。
§364ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
香肠商:而我要把你的屁股当成香肠皮来抽打。
§365ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.
克里昂:而我偏要把你掀得撅起屁股,从屁股后面拽到门外去。
§366νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.
香肠商:凭波塞冬起誓,你要是拽他,那也连我一起拽走吧。
§367οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ.
克里昂:看我不把你绑在木枷上!
§368διώξομαί σε δειλίας.
香肠商:我要控告你犯了胆怯罪。
§369ἡ βύρσα σου θρανεύσεται.
克里昂:我要把你的皮绷在鞣皮架上。
§370δερῶ σε θύλακον κλοπῆς.
香肠商:我要剥了你的皮,做成装赃物的口袋。
§371διαπατταλευθήσει χαμαί.
克里昂:你要被钉死在地上。
§372περικόμματʼ ἔκ σου σκευάσω.
香肠商:我要把你剁成肉馅。
§373τὰς βλεφαρίδας σου παρατιλῶ.
克里昂:我要拔光你的睫毛。
§374τὸν πρηγορεῶνά σοὐκτεμῶ.
香肠商:我要割掉你的嗉囊。
§375καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ §376πάτταλον μαγειρικῶς §377ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν §378τὴν γλῶτταν ἐξείραντες αὐτοῦ §379σκεψόμεσθʼ εὖ κἀνδρικῶς §380κεχηνότος §381τὸν πρωκτὸν εἰ χαλαζᾷ.
合唱队:凭宙斯起誓,我们要在他的口里像厨师那样塞进一根木栓进入嘴里,然后从里面把他的舌头拉出来,好好地、勇敢地检查一下,在他张着屁股时,他的肛门里是不是长了囊虫。
§384ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων §385ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι·
原来确实存在比火还热的东西,在言语上,城邦里还有比厚颜无耻之徒更厚颜无耻的人!
καὶ τὸ πρᾶγμʼ §386ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ ἀλλʼ ἔπιθι καὶ στρόβει,
而这桩争斗看来绝不是什么小事。
§387μηδὲν ὀλίγον ποίει.
来,攻上去,把他绕晕,一刻也别放松。
νῦν γὰρ ἔχεται μέσος· §388ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ, §390δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
因为现在他的腰部已被紧紧揪住;如果现在你在这一轮猛攻中把他打软,你会发现他其实是个胆小鬼;因为我深知他的本性。
§391ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον, §392κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
香肠商:然而,这家伙一辈子都是这样的人,却还被当成一个汉子,靠着收割别人的庄稼。
§393νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν, §394ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
而现在,他从那里带回来的那些麦穗,他正绑在木枷里晾干,还想要卖掉它们。
§395οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον §396καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
克里昂:我不不怕你们,只要议事会还活着,以及民众的面孔还坐在那里发呆傻笑。
§398ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι §399τοῦ χρώματος τοῦ παρεστηκότος.
合唱队:瞧他对一切是多么地厚颜无耻,毫不改变他脸上的神色。
§400εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, §401καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
香肠商:如果我不恨你,就让我变成克拉提诺斯的羊皮褥子,并被训练去在莫尔西莫斯的悲剧中合唱。

词汇与语法注释

  1. 320παρασχεθεῖν — 由结果连词 `ὥστε`(出现于 §319)所引导的不定式,体现了与前一分句末尾的句法连续性。
  2. 333ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν — 省略了关系副词 `ὅθενπερ`(自……之处)的先行词的结构。`οἵπερ εἰσίν`(正是那些人的人)是一种同义反复和委婉的表达,指代具有某种特定(臭名昭著)特质的人群。
  3. 344ἰδοὺ λέγειν — `ἰδοὺ`(瞧!)后接不定式的惯用表达,用于引用并嘲弄对方的说辞。
  4. 384ἦν ἄρα — 未完成过去时 `ἦν` 与小词 `ἄρα` 结合,表示突然发现一个早已存在的事实(“原来毕竟是……”)。

引用这一段

阿里斯托芬, 骑士 §320-401. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:320-401

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。