§9.96.1τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε, ἀνῆγον τὰς νέας ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον.
希腊人在获得吉兆后,便驾船从德洛斯岛出发,驶往萨摩斯岛。
ἐπεὶ δὲ ἐγένοντο τῆς Σαμίης πρὸς Καλαμίσοισι, οἳ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην, οἳ δὲ Πέρσαι πυθόμενοι σφέας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπειρον τὰς νέας τὰς ἄλλας, τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν.
当他们到达萨摩斯境内的卡拉米索伊时,便在当地的赫拉神庙附近下锚,准备进行海战。 另一方面,波斯人获悉希腊人正向他们驶来,也亲自率领其余的船只驶向大陆,但打发了腓尼基人的船只离去。
βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι· §9.96.2οὐ γὰρ ὦν ἐδόκεον ὅμοιοι εἶναι.
因为他们在商议之后,认为不宜进行海战;因为他们觉得自己并非对手。
ἐς δὲ τὴν ἤπειρον ἀπέπλεον, ὅκως ἔωσι ὑπὸ τὸν πεζὸν στρατὸν τὸν σφέτερον ἐόντα ἐν τῇ Μυκάλῃ, ὃς κελεύσαντος Ξέρξεω καταλελειμμένος τοῦ ἄλλου στρατοῦ Ἰωνίην ἐφύλασσε· τοῦ πλῆθος μὲν ἦν ἓξ μυριάδες, ἐστρατήγεε δὲ αὐτοῦ Τιγράνης κάλλεϊ καὶ μεγάθεϊ ὑπερφέρων Περσέων.
于是他们驾船驶向大陆,以便托庇于他们在米卡列的陆军,这支陆军是奉薛西斯之命从其余军队中留下来防守爱奥尼亚的;其人数达六万,由在容貌和体格上超越其余波斯人的蒂格拉内斯统帅。
§9.96.3ὑπὸ τοῦτον μὲν δὴ τὸν στρατὸν ἐβουλεύσαντο καταφυγόντες οἱ τοῦ ναυτικοῦ στρατηγοὶ ἀνειρύσαι τὰς νέας καὶ περιβαλέσθαι ἕρκος ἔρυμά τε τῶν νεῶν καὶ σφέων αὐτῶν κρησφύγετον.
海军将领们于是决定逃到这支军队的庇护之下,将船只拖上岸,并在周围筑起一道围墙,作为船只的防卫以及他们自身的避难所。