§9.72.1οὗτοι μὲν τῶν ἐν Πλαταιῇσι ὀνομαστότατοι ἐγένοντο.
这些人是在普拉提亚战役中最著名的。
Καλλικράτης γὰρ ἔξω τῆς μάχης ἀπέθανε, ἐλθὼν ἀνὴρ κάλλιστος ἐς τὸ στρατόπεδον τῶν τότε Ἑλλήνων, οὐ μοῦνον αὐτῶν Λακεδαιμονίων ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων· ὅς, ἐπειδὴ ἐσφαγιάζετο Παυσανίης, κατήμενος ἐν τῇ τάξι ἐτρωματίσθη τοξεύματι τὰ πλευρά.
因为卡利克拉特斯死于战斗之外,他来到军营时,是当时希腊人中最英俊的男子,不仅在拉刻代蒙人中,在其他所有希腊人中也是如此;当帕萨尼亚斯正在举行祭祀时,他正坐在队列中,侧腹被箭射中受伤。
§9.72.2καὶ δὴ οἳ μὲν ἐμάχοντο, ὃ δʼ ἐξενηνειγμένος ἐδυσθανάτεέ τε καὶ ἔλεγε πρὸς Ἀρίμνηστον ἄνδρα Πλαταιέα οὐ μέλειν οἱ ὅτι πρὸ τῆς Ἑλλάδος ἀποθνήσκει, ἀλλʼ ὅτι οὐκ ἐχρήσατο τῇ χειρὶ καὶ ὅτι οὐδέν ἐστί οἱ ἀποδεδεγμένον ἔργον ἑωυτοῦ ἄξιον προθυμευμένου ἀποδέξασθαι.
确实,当其他人正在战斗时,他被抬了出去,在痛苦中挣扎着走向死亡,并对普拉提亚人阿里姆内斯托斯说,他并不介意自己为希腊而死,但遗憾的是自己没能亲自动手战斗,并且尽管他极其渴望立下功勋,却没能留下任何配得上他自己的、由他所完成的业绩。