§9.102.1τοῖσι μέν νυν Ἀθηναίοισι καὶ τοῖσι προσεχέσι τούτοισι τεταγμένοισι, μέχρι κου τῶν ἡμισέων, ἡ ὁδὸς ἐγίνετο κατʼ αἰγιαλόν τε καὶ ἄπεδον χῶρον, τοῖσι δὲ Λακεδαιμονίοισι καὶ τοῖσι ἐπεξῆς τούτοισι τεταγμένοισι κατά τε χαράδραν καὶ ὄρεα.
对于雅典人以及与他们相邻排列的人(大约占到一半)来说,他们的道路是沿着海岸和一块平地进行的;而对于拉刻代蒙人以及接续他们排列的人来说,道路则是经过山谷和山峦。
ἐν ᾧ δὲ οἱ Λακεδαιμόνιοι περιήισαν, οὗτοι οἱ ἐπὶ τῷ ἑτέρῳ κέρεϊ ἔτι καὶ δὴ ἐμάχοντο.
当拉刻代蒙人正在绕行时,另一翼的这些人已经实际上在交战了。
§9.102.2ἕως μέν νυν τοῖσι Πέρσῃσι ὀρθὰ ἦν τὰ γέρρα, ἠμύνοντό τε καὶ οὐδὲν ἔλασσον εἶχον τῇ μάχῃ· ἐπεὶ δὲ τῶν Ἀθηναίων καὶ τῶν προσεχέων ὁ στρατός, ὅκως ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαιμονίων, παρακελευσάμενοι ἔργου εἴχοντο προθυμότερον, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα.
只要波斯人的编织盾牌还直立着,他们就进行防卫,并在战斗中不占下风;但是,当雅典人及其相邻者的军队,为了使战功归于他们自己而非拉刻代蒙人而互相激励,更加热切地投入战斗时,从那时起局面便已经发生了改变。
§9.102.3διωσάμενοι γὰρ τὰ γέρρα οὗτοι φερόμενοι ἐσέπεσον ἁλέες ἐς τοὺς Πέρσας, οἳ δὲ δεξάμενοι καὶ χρόνον συχνὸν ἀμυνόμενοι τέλος ἔφευγον ἐς τὸ τεῖχος.
因为他们冲破了盾牌,顺势合力冲向波斯人,而波斯人迎击并防守了相当长的一段时间,但最终还是逃往了寨墙。
Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Τροιζήνιοι (οὕτω γὰρ ἦσαν ἐπεξῆς τεταγμένοι) συνεπισπόμενοι συνεσέπιπτον ἐς τὸ τεῖχος.
雅典人、科林斯人、西库翁人和特罗伊曾人(因为他们是以这种顺序接续排列的)紧随其后,一同冲进了寨墙。
ὡς δὲ καὶ τὸ τεῖχος ἀραίρητο, οὔτʼ ἔτι πρὸς ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸς φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περσέων·
而当寨墙也被攻陷时,蛮族便不再转向抵抗,除了波斯人之外,其他人都致力于逃跑。
§9.102.4οὗτοι δὲ κατʼ ὀλίγους γινόμενοι ἐμάχοντο τοῖσι αἰεὶ ἐς τὸ τεῖχος ἐσπίπτουσι Ἑλλήνων.
但这些人(波斯人)分成小股,与不断冲进寨墙的希腊人搏斗。
καὶ τῶν στρατηγῶν τῶν Περσικῶν δύο μὲν ἀποφεύγουσι, δύο δὲ τελευτῶσι· Ἀρταΰντης μὲν καὶ Ἰθαμίτρης τοῦ ναυτικοῦ στρατηγέοντες ἀποφεύγουσι, Μαρδόντης δὲ καὶ ὁ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμενοι τελευτῶσι.
在波斯的将军中,两人逃走,两人战死:担任海军将领的阿塔云特斯和伊萨米特雷斯逃走了,而马尔顿特斯和步兵将军提格兰内斯则在战斗中战死。