§8.97.1Ξέρξης δὲ ὡς ἔμαθε τὸ γεγονὸς πάθος, δείσας μή τις τῶν Ἰώνων ὑποθῆται τοῖσι Ἕλλησι ἢ αὐτοὶ νοήσωσι πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντες τὰς γεφύρας, καὶ ἀπολαμφθεὶς ἐν τῇ Εὐρώπῃ κινδυνεύσῃ ἀπολέσθαι, δρησμὸν ἐβούλευε.
薛西斯得知所发生的灾难后,担心伊奥尼亚人中有人会向希腊人提议,或者希腊人自己会想到航行至赫勒斯滂去拆毁桥梁,从而使自己被截断在欧洲并面临毁灭的危险,于是他开始策划逃跑。
θέλων δὲ μὴ ἐπίδηλος εἶναι μήτε τοῖσι Ἕλλησι μήτε τοῖσι ἑωυτοῦ, ἐς τὴν Σαλαμῖνα χῶμα ἐπειρᾶτο διαχοῦν, γαύλους τε Φοινικηίους συνέδεε, ἵνα ἀντί τε σχεδίης ἔωσι καὶ τείχεος, ἀρτέετό τε ἐς πόλεμον ὡς ναυμαχίην ἄλλην ποιησόμενος.
但他不希望让希腊人或他自己的部下看穿其意图,便企图向萨拉米斯筑起一道堤坝,并将腓尼基的商船连接起来,使它们既可代替浮桥又可作为防壁,并做好了战争准备,仿佛还要进行另一场海战。
§8.97.2ὁρῶντες δέ μιν πάντες οἱ ἄλλοι ταῦτα πρήσσοντα εὖ ἠπιστέατο ὡς ἐκ παντὸς νόου παρεσκεύασται μένων πολεμήσειν· Μαρδόνιον δʼ οὐδὲν τούτων ἐλάνθανε ὡς μάλιστα ἔμπειρον ἐόντα τῆς ἐκείνου διανοίης.
其他所有人看到他做这些事,都深信他是真心准备留下来继续战斗;然而这一切都未能瞒过马多尼乌斯,因为他是最了解薛西斯心思的人。