Humanitext Reader

希罗多德 · 历史 §8.8.1-8.8.3

潜水夫西希利亚斯脱逃与向希腊军告密

第 1310 段,共 1577 段 · 希腊语

内容简介

著名的潜水员西希利亚斯从波斯营地脱逃,向在阿尔特米西翁的希腊将军们报告了波斯船难及绕行优波亚的波斯分舰队的情况。

§8.8.1ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐν ᾧ οὗτοι ἀριθμὸν ἐποιεῦντο τῶν νεῶν, ἦν γὰρ ἐν τῷ στρατοπέδῳ τούτῳ Σκυλλίης Σκιωναῖος δύτης τῶν τότε ἀνθρώπων ἄριστος, ὃς καὶ ἐν τῇ ναυηγίῃ τῇ κατὰ Πήλιον γενομένῃ πολλὰ μὲν ἔσωσε τῶν χρημάτων τοῖσι Πέρσῃσι, πολλὰ δὲ καὶ αὐτὸς περιεβάλετο· οὗτος ὁ Σκυλλίης ἐν νόῳ μὲν εἶχε ἄρα καὶ πρότερον αὐτομολήσειν ἐς τοὺς Ἕλληνας, ἀλλʼ οὐ γάρ οἱ παρέσχε ὡς τότε.
在他们清点船只的这段时间里——因为在这支军营中有一个名叫西希利亚斯的斯基奥内人,他是当时最优秀的潜水员,在皮立翁山附近发生的船难中,他为波斯人抢救了许多财物,自己也乘机捞取了不少;这个西希利亚斯其实早就打算投奔希腊人,但直到那时才得到了机会。
§8.8.2ὅτεῳ μὲν δὴ τρόπῳ τὸ ἐνθεῦτεν ἔτι ἀπίκετο ἐς τοὺς Ἕλληνας, οὐκ ἔχω εἰπεῖν ἀτρεκέως, θωμάζω δὲ εἰ τὰ λεγόμενα ἐστὶ ἀληθέα· λέγεται γὰρ ὡς ἐξ Ἀφετέων δὺς ἐς τὴν θάλασσαν οὐ πρότερον ἀνέσχε πρὶν ἢ ἀπίκετο ἐπὶ τὸ Ἀρτεμίσιον, σταδίους μάλιστά κῃ τούτους ἐς ὀγδώκοντα διὰ τῆς θαλάσσης διεξελθών.
至于他此后究竟是以何种方式到达希腊人那里的,我无法确切说明,而且我怀疑传言是否属实;因为据说他从阿斐泰潜入海中,直到抵达阿尔特米西翁才露出水面,在海中穿行了大约八十斯塔迪翁。
§8.8.3λέγεται μέν νυν καὶ ἄλλα ψευδέσι εἴκελα περὶ τοῦ ἀνδρὸς τούτου, τὰ δὲ μετεξέτερα ἀληθέα· περὶ μέντοι τούτου γνώμη μοι ἀποδεδέχθω πλοίῳ μιν ἀπικέσθαι ἐπὶ τὸ Ἀρτεμίσιον.
关于这个人,现在还流传着其他类似谎言的故事,不过有些则是真实的;然而,关于这件事,就让我表明自己的看法:他是乘船到达阿尔特米西翁的。
ὡς δὲ ἀπίκετο, αὐτίκα ἐσήμηνε τοῖσι στρατηγοῖσι τήν τε ναυηγίην ὡς γένοιτο, καὶ τὰς περιπεμφθείσας τῶν νεῶν περὶ Εὔβοιαν.
他一到达,便立即向将军们报告了船难发生的过程,以及那些被派往优波亚周围绕行的船只的情况。

词汇与语法注释

  1. §8.8.1ἀλλʼ οὐ γάρ οἱ παρέσχε ὡς τότε — 这是一个省略句,意为“但(他没有这样做),因为(机会)没有提供给他”。动词 παρέσχε 呈无人称用法,省略了主语(如“机会”)。ὡς τότε 意为“直到那时”。
  2. §8.8.2σταδίους μάλιστά κῃ τούτους ἐς ὀγδώκοντα — 指示代词 τούτους 与表示数量的短语(ἐς ὀγδώκοντα)连用,强调“这大约八十(个斯塔迪翁)”。σταδίους 是表示空间范围/距离的宾格。
  3. §8.8.3γνώμη μοι ἀποδεδέχθω — 使用了动词 ἀποδείκνυμι 的第三人称单数完成时被动命令式 ἀποδεδέχθω。字面意思是“让我的意见(γνώμη μοι)被表明出来”,这是一种略带庄重的第三人称命令式表达,用于阐明作者本人的坚定看法。
  4. §8.8.3τήν τε ναυηγίην ὡς γένοιτο — 这是一个前置(先取)结构(prolepsis)。本应作为 ὡς 从句(间接疑问句)主语的“船难(ναυηγίη)”,被提前作为主句动词 ἐσήμηνε 的直接宾语并以宾格(τήν τε ναυηγίην)的形式出现。

引用这一段

希罗多德, 历史 §8.8.1-8.8.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.8.1-8.8.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。