§8.2.1ἦσαν μὲν ὦν οὗτοι οἱ στρατευόμενοι ἐπʼ Ἀρτεμίσιον, εἴρηται δέ μοι καὶ ὡς τὸ πλῆθος ἕκαστοι τῶν νεῶν παρείχοντο.
因此,这些便是前往阿特米西昂远征的人,而他们各自提供了多少数量的战船,我也已经说明。
ἀριθμὸς δὲ τῶν συλλεχθεισέων νεῶν ἐπʼ Ἀρτεμίσιον ἦν, πάρεξ τῶν πεντηκοντέρων, διηκόσιαι καὶ ἑβδομήκοντα καὶ μία.
在阿特米西昂集结的战船数量,除五十桨船外,共计二百七十一艘。
§8.2.2τὸν δὲ στρατηγὸν τὸν τὸ μέγιστον κράτος ἔχοντα παρείχοντο Σπαρτιῆται Εὐρυβιάδην Εὐρυκλείδεω· οἱ γὰρ σύμμαχοι οὐκ ἔφασαν, ἢν μὴ ὁ Λάκων ἡγεμονεύῃ, Ἀθηναίοισι ἕψεσθαι ἡγεομένοισι, ἀλλὰ λύσειν τὸ μέλλον ἔσεσθαι στράτευμα.
至于拥有最高统帅权的将军,则由斯巴达人提供了欧律克莱德斯之子欧律比亚德斯;因为盟友们声称,如果不由拉栖代梦人指挥,他们就不会跟随作为领袖的雅典人,而是会解散这支即将组建的军队。