§8.17.1ἐν ταύτῃ τῇ ναυμαχίῃ Αἰγύπτιοι μὲν τῶν Ξέρξεω στρατιωτέων ἠρίστευσαν, οἳ ἄλλα τε μεγάλα ἔργα ἀπεδέξαντο καὶ νέας αὐτοῖσι ἀνδράσι εἷλον Ἑλληνίδας πέντε.
在这场海战中,在薛西斯的军队里,埃及人立下的战功最大;他们不仅建立了其他伟大的功勋,还俘获了五艘连同船员在内的希腊战船。
τῶν δὲ Ἑλλήνων κατὰ ταύτην τὴν ἡμέρην ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Κλεινίης ὁ Ἀλκιβιάδεω, ὃς δαπάνην οἰκηίην παρεχόμενος ἐστρατεύετο ἀνδράσι τε διηκοσίοισι καὶ οἰκηίῃ νηί.
而在希腊人一方,雅典人在这天立下的战功最大,而在雅典人当中,则是阿尔基比亚德斯之子克雷尼亚斯最为杰出,他自备费用,率领两百名士兵和一艘私家战船参战。