§7.81.1ταῦτα ἦν τὰ κατʼ ἤπειρον στρατευόμενά τε ἔθνεα καὶ τεταγμένα ἐς τὸν πεζόν.
这些便是由陆路行军、并被编入步兵的各个部族。
τούτου ὦν τοῦ στρατοῦ ἦρχον μὲν οὗτοι οἵ περ εἰρέαται, καὶ οἱ διατάξαντες καὶ ἐξαριθμήσαντες οὗτοι ἦσαν καὶ χιλιάρχας τε καὶ μυριάρχας ἀποδέξαντες, ἑκατοντάρχας δὲ καὶ δεκάρχας οἱ μυριάρχαι.
因此,指挥这支军队的正是前面已经提到的那些人,整编并清点人数的也是他们,并且由他们任命了千夫长和万夫长;而百夫长和十夫长则是由万夫长们任命的。
τελέων δὲ καὶ ἐθνέων ἦσαν ἄλλοι σημάντορες.
至于各分队和部族,则另有其他指挥官。