§7.7.1ὡς δὲ ἀνεγνώσθη Ξέρξης στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, ἐνθαῦτα δευτέρῳ μὲν ἔτεϊ μετὰ τὸν θάνατον τὸν Δαρείου πρῶτα στρατηίην ποιέεται ἐπὶ τοὺς ἀπεστεῶτας.
当薛西斯被说服去讨伐希腊时,于是在大流士死后的第二年,他首先对叛乱者发动了远征。
τούτους μέν νυν καταστρεψάμενος καὶ Αἴγυπτον πᾶσαν πολλὸν δουλοτέρην ποιήσας ἢ ἐπὶ Δαρείου ἦν, ἐπιτράπει Ἀχαιμένεϊ ἀδελφεῷ μὲν ἑωυτοῦ, Δαρείου δὲ παιδί.
在征服了他们,并使整个埃及陷入比在大流士时代更为奴役的境地之后,他把埃及委托给了阿契美尼斯——他自己的兄弟、大流士的儿子。
Ἀχαιμένεα μέν νυν ἐπιτροπεύοντα Αἰγύπτου χρόνῳ μετέπειτα ἐφόνευσε Ἰνάρως ὁ Ψαμμητίχου ἀνὴρ Λίβυς.
后来,在阿契美尼斯统治埃及期间,被普萨美提科斯之子、利比亚人伊纳罗斯所杀。