§7.42.1ἐποιέετο δὲ τὴν ὁδὸν ἐκ τῆς Λυδίης ὁ στρατὸς ἐπί τε ποταμὸν Κάικον καὶ γῆν τὴν Μυσίην, ἀπὸ δὲ Καΐκου ὁρμώμενος, Κάνης ὄρος ἔχων ἐν ἀριστερῇ, διὰ τοῦ Ἀταρνέος ἐς Καρήνην πόλιν·
军队从吕底亚向着凯科斯河及妙西亚地区前进,他们自凯科斯河出发,将卡内山置于左侧,穿过阿塔尔内乌斯抵达卡雷内城。
ἀπὸ δὲ ταύτης διὰ Θήβης πεδίου ἐπορεύετο, Ἀδραμύττειόν τε πόλιν καὶ Ἄντανδρον τὴν Πελασγίδα παραμειβόμενος.
从该城出发,他们穿过忒拜平原前行,绕过了阿德拉米特翁城和佩拉斯吉人的安坦德罗斯。
§7.42.2τὴν Ἴδην δὲ λαβὼν ἐς ἀριστερὴν χεῖρα ἤιε ἐς τὴν Ἰλιάδα γῆν.
他又将伊达山置于左侧,进入了伊利昂之地。
καὶ πρῶτα μέν οἱ ὑπὸ τῇ Ἴδῃ νύκτα ἀναμείναντι βρονταί τε καὶ πρηστῆρες ἐπεσπίπτουσι καί τινα αὐτοῦ ταύτῃ συχνὸν ὅμιλον διέφθειραν.
起初,当他在伊达山脚下度夜停留时,雷电和暴风雨袭击了他们,并在该地摧毁了他相当大的一支队伍。