Humanitext Reader

希罗多德 · 历史 §7.233.1-7.233.2

底比斯人的投降与受烙印之刑

第 1296 段,共 1577 段 · 希腊语

内容简介

底比斯人见希腊军队处于劣势便向波斯投降,并以忠诚申辩而得以幸存,但大多数人仍被烙上国王的烙印。其统帅之子后来被普拉塔亚人杀死。

§7.233.1οἱ δὲ Θηβαῖοι, τῶν ὁ Λεοντιάδης ἐστρατήγεε, τέως μὲν μετὰ τῶν Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπʼ ἀναγκαίης ἐχόμενοι πρὸς τὴν βασιλέος στρατιήν·
由莱昂提亚德斯统帅的底比斯人,起初与希腊人待在一起,在被迫无奈之下对抗国王的军队。
ὡς δὲ εἶδον κατυπέρτερα τῶν Περσέων γινόμενα τὰ πρήγματα, οὕτω δή, τῶν σὺν Λεωνίδῃ Ἑλλήνων ἐπειγομένων ἐπὶ τὸν κολωνόν, ἀποσχισθέντες τούτων χεῖράς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς καὶ μηδίζουσι καὶ γῆν τε καὶ ὕδωρ ἐν πρώτοισι ἔδοσαν βασιλέι, ὑπὸ δὲ ἀναγκαίης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γεγονότος βασιλέι.
然而,当他们看到波斯人的形势变得占优势时,就在此时,由于随同莱昂尼达斯的希腊人正急忙退往山丘,他们便与这些人脱离,伸出双手,向蛮族走近,说出了最真实的借口:他们其实是亲美德(波斯)的,并且是最先向国王献上“土与水”的人,来到温泉关只是被迫无奈,对于国王所遭受的损失,他们是无罪的。
§7.233.2ὥστε ταῦτα λέγοντες περιεγίνοντο· εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας·
因此,通过这样申辩,他们得以幸存,因为他们有色萨利人作为这些话的证人。
οὐ μέντοι τά γε πάντα εὐτύχησαν·
然而,他们并非在所有方面都算幸运。
ὡς γὰρ αὐτοὺς ἔλαβον οἱ βάρβαροι ἐλθόντας, τοὺς μὲν τινὰς καὶ ἀπέκτειναν προσιόντας, τοὺς δὲ πλεῦνας αὐτῶν κελεύσαντος Ξέρξεω ἔστιζον στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω·
因为当蛮族捉住前来投降的他们时,不仅杀死了其中一些走近的人,而且在薛西斯的命令下,其大多数人的身上都被烙上了国王的烙印,这是从将军莱昂提亚德斯开始的。
τοῦ τὸν παῖδα Εὐρύμαχον χρόνῳ μετέπειτα ἐφόνευσαν Πλαταιέες στρατηγήσαντα ἀνδρῶν Θηβαίων τετρακοσίων καὶ σχόντα τὸ ἄστυ τὸ Πλαταιέων.
此人的儿子欧律马科斯在后来被普拉塔亚人杀死,当时他率领着四百名底比斯人并占领了普拉塔亚人的城镇。

词汇与语法注释

  1. 7.233.1ὑπʼ ἀναγκαίης ἐχόμενοι — 现在时被动分词 ἐχόμενοι(被支配、被束缚)与介词短语 ὑπʼ ἀναγκαίης(由于强迫)结合,表示被动含义“被迫无奈”。
  2. 7.233.1τὸν ἀληθέστατον τῶν λόγων — 使用形容词最高级,字面意为“最真实的言论/主张”。此处带有希罗多德特有的讽刺,暗示这是对波斯人而言最能令人信服(最合心意)的借口。其后的 ὡς 从句作同格,解释其具体内容。
  3. 7.233.1ἀπικοίατο — 爱奥尼亚方言中的第三人称复数不定过去时祈愿式,相当于雅典方言的 ἀπί코ιντο。由于主句动词(λέγοντες)处于过去时态语境中,在间接引语中直陈式不定过去时(ἀπίκοντο)转为了祈愿式。同样,接下来的 εἶεν 也是由直陈式现在时(εἰσί)转变而来的现在时祈愿式。
  4. 7.233.2τοῦ τὸν παῖδα — 关系代词属格 τοῦ(先行词为前一句中的 Λεοντιάδεω)兼具连接词作用,并修饰紧随其后的名词 τὸν παῖδα(儿子),意为“此人的儿子”。

引用这一段

希罗多德, 历史 §7.233.1-7.233.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.233.1-7.233.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。