§7.215.1Ξέρξης δέ, ἐπεὶ ἤρεσε τὰ ὑπέσχετο ὁ Ἐπιάλτης κατεργάσασθαι, αὐτίκα περιχαρὴς γενόμενος ἔπεμπε Ὑδάρνεα καὶ τῶν ἐστρατήγεε Ὑδάρνης· ὁρμέατο δὲ περὶ λύχνων ἁφὰς ἐκ τοῦ στρατοπέδου.
薛西斯因为对埃菲阿尔特承诺要完成的事情感到满意,顿时欣喜若狂,随即派遣了许达尔内斯以及许达尔内斯所统帅的部下;他们大约在点灯时分从营地出发。
τὴν δὲ ἀτραπὸν ταύτην ἐξεῦρον μὲν οἱ ἐπιχώριοι Μηλιέες, ἐξευρόντες δὲ Θεσσαλοῖσι κατηγήσαντο ἐπὶ Φωκέας, τότε ὅτε οἱ Φωκέες φράξαντες τείχεϊ τὴν ἐσβολὴν ἦσαν ἐν σκέπῃ τοῦ πολέμου· ἔκ τε τόσου δὴ κατεδέδεκτο ἐοῦσα οὐδὲν χρηστὴ Μηλιεῦσι.
而这条小路是当地的马里斯人发现的,他们在发现后,曾引导塞萨利亚人去攻打福基斯人,那时福基斯人已经用城墙堵住了关隘,处于免受战争波及的保护之中;正是自那时起,这条路便已被证实对马里斯人毫无益处。