§7.210.1ταῦτα λέγων οὐκ ἔπειθε τὸν Ξέρξην τέσσερας μὲν δὴ παρεξῆκε ἡμέρας, ἐλπίζων αἰεί σφεας ἀποδρήσεσθαι· πέμπτῃ δέ, ὡς οὐκ ἀπαλλάσσοντο ἀλλά οἱ ἐφαίνοντο ἀναιδείῃ τε καὶ ἀβουλίῃ διαχρεώμενοι μένειν, πέμπει ἐπʼ αὐτοὺς Μήδους τε καὶ Κισσίους θυμωθείς, ἐντειλάμενος σφέας ζωγρήσαντας ἄγειν ἐς ὄψιν τὴν ἑωυτοῦ.
尽管德玛拉托斯这样说,他还是没能说服薛西斯。 薛西斯确实让四天时间白白过去,始终指望他们会逃跑;但在第五天,看到他们不仅没有离开,反而似乎凭着厚颜和愚蠢继续留在那守着,他便大发雷霆,派米底亚人和基西亚人去对付他们,并命令将他们生擒,带到自己面前。
§7.210.2ὡς δʼ ἐσέπεσον φερόμενοι ἐς τοὺς Ἕλληνας οἱ Μῆδοι, ἔπιπτον πολλοί, ἄλλοι δʼ ἐπεσήισαν, καὶ οὐκ ἀπηλαύνοντο, καίπερ μεγάλως προσπταίοντες.
当米底亚人猛烈地向希腊人冲杀过去时,许多人倒下了,但其他人紧接着攻了上去,虽然遭受了惨重的损失,却并没有被击退。
δῆλον δʼ ἐποίευν παντί τεῳ καὶ οὐκ ἥκιστα αὐτῷ βασιλέι, ὅτι πολλοὶ μὲν ἄνθρωποι εἶεν, ὀλίγοι δὲ ἄνδρες.
他们向每一个人,尤其是向国王本人表明,人虽然很多,但真正的男子汉却很少。
ἐγίνετο δὲ ἡ συμβολὴ διʼ ἡμέρης.
这场交锋持续了一整天。