Humanitext Reader

希罗多德 · 历史 §7.198.1-7.198.2

美利斯地区的地理环境与周边河流

第 1261 段,共 1577 段 · 希腊语

内容简介

薛西斯的军队进军至美利斯地区,文中描述了该地的地理特征以及安提库拉、斯佩尔刻奥斯河、与赫拉克勒斯传说相关的迪拉斯河和梅拉斯河等河流的位置关系。

§7.198.1ταῦτα μὲν τὰ ἐν Θεσσαλίῃ καὶ τὰ ἐν Ἀχαιίῃ·
这些是发生在色萨利和阿哈伊亚的事。
ἀπὸ δὲ τούτων τῶν χώρων ἤιε ἐς τὴν Μηλίδα παρὰ κόλπον θαλάσσης, ἐν τῷ ἄμπωτίς τε καὶ ῥηχίη ἀνὰ πᾶσαν ἡμέρην γίνεται.
他从这些地区出发,沿着一个每日都有落潮和涨潮的内湾,行进到美利斯地区。
περὶ δὲ τὸν κόλπον τοῦτον ἐστὶ χῶρος πεδινός, τῇ μὲν εὐρὺς τῇ δὲ καὶ κάρτα στεινός·
在这个内湾周围是一片平原,有的地方宽,有的地方却非常狭窄。
περὶ δὲ τὸν χῶρον ὄρεα ὑψηλὰ καὶ ἄβατα περικληίει πᾶσαν τὴν Μηλίδα γῆν, Τρηχίνιαι πέτραι καλεόμεναι.
在这片土地周围,被称为特拉克斯岩壁的高耸险峻、无法攀登的山脉包围着整个美利斯土地。
§7.198.2πρώτη μέν νυν πόλις ἐστὶ ἐν τῷ κόλπῳ ἰόντι ἀπὸ Ἀχαιίης Ἀντικύρη, παρʼ ἣν Σπερχειὸς ποταμὸς ῥέων ἐξ Ἐνιήνων ἐς θάλασσαν ἐκδιδοῖ.
从阿哈伊亚前行,该内湾旁的第一个城镇是安提库拉,斯佩尔刻奥斯河从埃尼埃内斯人的土地流出,流经该城旁并注入大海。
ἀπὸ δὲ τούτου διὰ εἴκοσί κου σταδίων ἄλλος ποταμὸς τῷ οὔνομα κεῖται Δύρας, τὸν βοηθέοντα τῷ Ἡρακλέι καιομένῳ λόγος ἐστὶ ἀναφανῆναι.
从此河出发大约二十斯塔迪翁处有另一条河,名叫迪拉斯河,传说这条河是为了帮助正在被焚烧的赫拉克勒斯而涌现出来的。
ἀπὸ δὲ τούτου διʼ ἄλλων εἴκοσι σταδίων ἄλλος ποταμός ἐστι ὃς καλέεται Μέλας.
从此河再行二十斯塔迪翁,有另一条河,名叫梅拉斯河。

词汇与语法注释

  1. 7.198.2ἰόντι — 现在分词与格 ἰόντι 是关系与格(或视角与格),表示“对于(从阿哈伊亚)前行的人而言”。
  2. 7.198.2τὸν βοηθέοντα τῷ Ἡρακλέι καιομένῳ λόος ἐστὶ ἀναφανῆναι — 此处为对格不定式结构,由动词 ἀναφανῆναι(ἀναφαίνω 的第二不定过去时被动不定式)及其逻辑主语 τὸν(指代前文 Δύρας 的关系代词对格)和分词 βοηθέοντα 构成。整个结构作为 λόγος ἐστί(“有传说称……”)的说明补语。

引用这一段

希罗多德, 历史 §7.198.1-7.198.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.198.1-7.198.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。