§7.133.1ἐς δὲ Ἀθήνας καὶ Σπάρτην οὐκ ἀπέπεμψε Ξέρξης ἐπὶ γῆς αἴτησιν κήρυκας τῶνδε εἵνεκα· πρότερον Δαρείου πέμψαντος ἐπʼ αὐτὸ τοῦτο, οἳ μὲν αὐτῶν τοὺς αἰτέοντας ἐς τὸ βάραθρον οἳ δʼ ἐς φρέαρ ἐμβαλόντες ἐκέλευον γῆν τε καὶ ὕδωρ ἐκ τούτων φέρειν παρὰ βασιλέα.
至于雅典和斯巴达,薛西斯并没有派遣使者去索要土地,原因如下:此前,在大流士为此目的派遣使者时,他们中的一方将索要者投入深渊,另一方则投入井中,并让他们从这些地方把土和水带回去给国王。
§7.133.2τούτων μὲν εἵνεκα οὐκ ἔπεμψε Ξέρξης τοὺς αἰτήσοντας·
正是因为这些原因,薛西斯没有派遣将去索要的人。
ὅ τι δὲ τοῖσι Ἀθηναίοισι ταῦτα ποιήσασι τοὺς κήρυκας συνήνεικε ἀνεθέλητον γενέσθαι, οὐκ ἔχω εἶπαί τι, πλὴν ὅτι σφέων ἡ χώρη καὶ ἡ πόλις ἐδηιώθη.
然而,对于向使者做出这些事的雅典人来说,究竟降临了什么不愿看到的灾祸,除了他们的土地和城市被摧毁之外,我无法说明。
ἀλλὰ τοῦτο οὐ διὰ ταύτην τὴν αἰτίην δοκέω γενέσθαι.
不过,我认为这并非因为那个原因而发生。