§7.113.1ὑπεροικέοντας δὲ τὸ Πάγγαιον πρὸς βορέω ἀνέμου Παίονας Δόβηράς τε καὶ Παιόπλας παρεξιὼν ἤιε πρὸς ἑσπέρην, ἐς ὃ ἀπίκετο ἐπὶ ποταμόν τε Στρυμόνα καὶ πόλιν Ἠιόνα, τῆς ἔτι ζωὸς ἐὼν ἦρχε Βόγης τοῦ περ ὀλίγῳ πρότερον τούτων λόγον ἐποιεύμην.
而在经过居住在庞盖翁山以北的派奥尼亚人——多贝雷斯族和派奥普莱族之后,他向西前行,直到抵达斯特里蒙河和埃翁城。 这座城市当时仍由尚在人世的波格斯统治,关于此人,我在此前不久曾提到过。
§7.113.2ἡ δὲ γῆ αὕτη ἡ περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς, κατατείνουσα τὰ μὲν πρὸς ἑσπέρην ἐπὶ ποταμὸν Ἀγγίτην ἐκδιδόντα ἐς τὸν Στρυμόνα, τὰ δὲ πρὸς μεσαμβρίην τείνουσα ἐς αὐτὸν τὸν Στρυμόνα· ἐς τὸν οἱ Μάγοι ἐκαλλιερέοντο σφάζοντες ἵππους λευκούς.
庞盖翁山周围的这片土地被称为菲利斯,向西延伸到流入斯特里蒙河的安吉特斯河,向南则延伸到斯特里蒙河本身;马格斯僧们曾向这条河宰杀白马,举行祈求吉兆的祭祀。