§7.10E.1ὁρᾷς τὰ ὑπερέχοντα ζῷα ὡς κεραυνοῖ ὁ θεὸς οὐδὲ ἐᾷ φαντάζεσθαι, τὰ δὲ σμικρὰ οὐδέν μιν κνίζει·
\n您看,神是如何用雷电击打那些突出的动物,而不允许它们显露威风,而弱小的动物却一点也不触怒他。
ὁρᾷς δὲ ὡς ἐς οἰκήματα τὰ μέγιστα αἰεὶ καὶ δένδρεα τὰ τοιαῦτα ἀποσκήπτει τὰ βέλεα· φιλέει γὰρ ὁ θεὸς τὰ ὑπερέχοντα πάντα κολούειν.
您又看,神的矢石总是落在最高的房屋和类似的树木上;因为神乐于摧折一切突出之物。
οὕτω δὲ καὶ στρατὸς πολλὸς ὑπὸ ὀλίγου διαφθείρεται κατὰ τοιόνδε· ἐπεάν σφι ὁ θεὸς φθονήσας φόβον ἐμβάλῃ ἢ βροντήν, διʼ ὦν ἐφθάρησαν ἀναξίως ἑωυτῶν.
同样地,大军也会在下述情况下被弱小的军队击溃:每当神心怀嫉妒,向他们降下恐惧或雷鸣时,他们就会因此以一种配不上自己的可悲方式覆灭。
οὐ γὰρ ἐᾷ φρονέειν μέγα ὁ θεὸς ἄλλον ἢ ἑωυτόν.
因为神不允许除他自己之外的任何人自命不凡。