§6.97.1ἐν ᾧ δὲ οὗτοι ταῦτα ἐποίευν, οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο φεύγοντες ἐς Τῆνον.
当他们做这些事时,提洛人自己也遗弃了提洛岛,逃往蒂诺斯岛。
τῆς δὲ στρατιῆς καταπλεούσης ὁ Δᾶτις προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι, ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ·
在船队驶入时,达提斯先行扬帆,不许船只在提洛岛靠岸,而是让他们停泊在对面的雷奈亚岛。
αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ Δήλιοι, πέμπων κήρυκα ἠγόρευέ σφι τάδε. §6.97.2ἄνδρες ἱροί, τί φεύγοντες οἴχεσθε, οὐκ ἐπιτήδεα καταγνόντες κατʼ ἐμεῦ;
他自己打听到提洛人的去处后,派出一名使者对他们说: “神圣的人们啊,你们为何对我做出了不公正的判断而逃走呢?
ἐγὼ γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω καὶ μοι ἐκ βασιλέος ὧδε ἐπέσταλται, ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο, ταύτην μηδὲν σίνεσθαι, μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς οἰκήτορας αὐτῆς.
因为我个人至少也有如此的分寸,且国王也向我下达了这样的命令:对于那诞生了两位神明的土地,无论其土地本身还是其居民,都不得加以任何伤害。
νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ τὴν νῆσον νέμεσθε.
所以,现在你们应当回到你们自己的家园,继续治理你们的岛屿。
ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι, μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ βωμοῦ ἐθυμίησε.
” 他通过使者向提洛人传达了这些话,随后在祭坛上堆起三百塔兰同的乳香,将其焚烧。