§6.94.1Ἀθηναίοισι μὲν δὴ πόλεμος συνῆπτο πρὸς Αἰγινήτας.
雅典人与埃吉纳人之间的战争就此爆发。
ὁ δὲ Πέρσης τὸ ἑωυτοῦ ἐποίεε, ὥστε ἀναμιμνήσκοντός τε αἰεὶ τοῦ θεράποντος μεμνῆσθαί μιν τῶν Ἀθηναίων, καὶ Πεισιστρατιδέων προσκατημένων καὶ διαβαλλόντων Ἀθηναίους, ἅμα δὲ βουλόμενος ὁ Δαρεῖος ταύτης ἐχόμενος τῆς προφάσιος καταστρέφεσθαι τῆς Ἑλλάδος τοὺς μὴ δόντας αὐτῷ γῆν τε καὶ ὕδωρ.
与此同时,波斯国王也在进行着自己的图谋,因为仆人不断提醒他要记住雅典人,而且庇西特拉图的子孙也侍立在侧并诋毁雅典人;同时,大流士企图利用这一借口,去征服希腊人中那些没有向他献上“土地和水”的人。
§6.94.2Μαρδόνιον μὲν δὴ φλαύρως πρήξαντα τῷ στόλῳ παραλύει τῆς στρατηγίης, ἄλλους δὲ στρατηγοὺς ἀποδέξας ἀπέστειλε ἐπὶ τε Ἐρέτριαν καὶ Ἀθήνας, Δᾶτίν τε ἐόντα Μῆδον γένος καὶ Ἀρταφρένεα τὸν Ἀρταφρένεος παῖδα, ἀδελφιδέον ἑωυτοῦ·
于是,他免去了在远征中遭遇惨败的马尔多尼奥斯的将领职务,另行任命了其他将领,并将他们派往埃雷特里亚和雅典:一位是传统米底人出身的达提斯,另一位是他的侄子、阿尔塔弗雷内斯之子阿尔塔弗雷内斯。
ἐντειλάμενος δὲ ἀπέπεμπε ἐξανδραποδίσαντας Ἀθήνας καὶ Ἐρέτριαν ἀνάγειν ἑωυτῷ ἐς ὄψιν τὰ ἀνδράποδα.
在发出命令后,他派遣他们前去奴役雅典和埃雷特里亚,并将俘获的奴隶带到他的面前。