§6.87.1Λευτυχίδης μὲν εἴπας ταῦτα, ὥς οἱ οὐδὲ οὕτω ἐσήκουον οἱ Ἀθηναῖοι, ἀπαλλάσσετο·
列乌蒂基德斯说完这些话后,见雅典人即便如此也不听他的劝告,便离去了。
οἱ δὲ Αἰγινῆται, πρὶν τῶν πρότερον ἀδικημάτων δοῦναι δίκας τῶν ἐς Ἀθηναίους ὕβρισαν Θηβαίοισι χαριζόμενοι, ἐποίησαν τοιόνδε.
而埃吉纳人,在为他们此前因巴结底比斯人而对雅典人所犯下的罪行接受惩罚之前,做了这样一件事。
μεμφόμενοι τοῖσι Ἀθηναίοισι καὶ ἀξιοῦντες ἀδικέεσθαι, ὡς τιμωρησόμενοι τοὺς Ἀθηναίους παρεσκευάζοντο·
他们抱怨雅典人,并声称自己受到了不公正的对待,企图报复雅典人,因而做着准备。
καὶ ἦν γὰρ δὴ τοῖσι Ἀθηναίοισι πεντετηρὶς ἐπὶ Σουνίῳ, λοχήσαντες ὦν τὴν θεωρίδα νέα εἷλον πλήρεα ἀνδρῶν τῶν πρώτων Ἀθηναίων, λαβόντες δὲ τοὺς ἄνδρας ἔδησαν.
由于当时雅典人正在苏尼翁海角举行五年一度的祭典,埃吉纳人便设下埋伏,俘获了那艘载满雅典显贵人物的圣船,并将抓获的这些人囚禁起来。