§6.77.1Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν·
阿哥斯人得知此事后,便向海边进军增援。
ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος, χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Ἡσίπεια οὔνομα, μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι.
当他们靠近蒂林斯,来到这个名叫赫西佩亚的地方时,他们与拉刻代蒙人相对安营扎寨,彼此之间没有留下太大的空间。
ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο, ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι·
在那里,阿哥斯人并不害怕公开的交战,而是害怕被计谋所陷。
§6.77.2καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον τὸ ἐπίκοινα ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι, λέγον ὧδε. "
ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
因为他们确实得到了一个针对此事的神谕,那是女祭司皮提亚共同给他们和米利都人下达的,内容如下: “然而,当雌性战胜雄性,将其驱逐并在阿哥斯人中赢得荣耀时,她那时将使许多阿哥斯妇女抓破双颊。
ὧς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων
δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς.
后世的人们中,终有一日会有人这样说: ‘那条可怕的、盘绕三圈的巨蛇,已被长枪制伏而消亡。
" §6.77.3ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε.
’” 所有这些事情结合在一起,给阿哥斯人带来了恐惧。
καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι, δόξαν δέ σφι ἐποίεον τοιόνδε·
因此,他们决定利用敌人的传令官来应对这种情况。
ὅκως ὁ Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι, ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο.
做此决定后,他们采取了如下行动:每当斯巴达传令官向拉刻代蒙人发出某种信号时,阿哥斯人也同样照做。