§6.74.1μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάιστον γενόμενον κακοτεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων, καὶ ὑπεξέσχε ἐς Θεσσαλίην.
此后,由于克莱奥梅尼对德马拉托斯施加奸计的事情败露,他对斯巴达人产生了恐惧,于是秘密逃往色萨利。
ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῆ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων σφι ἦ μὲν ἕψεσθαι σφέας αὐτῷ τῇ ἂν ἐξηγέηται, καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας ἀγινέων ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ.
从那里他又来到阿卡迪亚,开始策划叛乱活动,煽动阿卡迪亚人反对斯巴达,并让他们宣读各种誓言,确保他们绝对会跟随他到他所引领的任何地方。 特别是,他极力想要将阿卡迪亚人的领袖们带到诺纳克里斯城,让他们指着斯堤克斯之水宣誓。
§6.74.2ἐν δὲ ταύτῃ τῇ πόλι λέγεται εἶναι ὑπὸ τῶν Ἀρκάδων τὸ Στυγὸς ὕδωρ, καὶ δὴ καὶ ἔστι τοιόνδε τι· ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς ἄγκος, τὸ δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος.
在这座城市里,据阿卡迪亚人说有斯堤克斯之水,而它确实是这样的:一小股可见的水从岩石流出,滴入一个洼地,而该洼地周围环绕着一圈石墙。
ἡ δὲ Νώνακρις, ἐν τῇ ἡ πηγὴ αὕτη τυγχάνει ἐοῦσα, πόλις ἐστὶ τῆς Ἀρκαδίης πρὸς Φενεῷ.
这一水源所在的诺纳克里斯,是阿卡迪亚靠近费涅乌斯的一座城市。