§6.73.1ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον·
这些事情确实是后来才发生的。
τότε δὲ ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα, αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας, δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων.
但在当时,当关于德马拉托斯的事情对克莱奥梅尼而言进展顺利时,他立即带着利奥提基德斯前往攻打埃吉纳人,因为他因之前受到的侮辱而对他们怀有极深的怨恨。
§6.73.2οὕτω δὴ οὔτε οἱ Αἰγινῆται, ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπʼ αὐτούς, ἐδικαίευν ἔτι ἀντιβαίνειν, ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένει·
于是,由于两位国王共同向他们进军,埃吉纳人也不再认为应当继续抵抗。
ἦγον καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαυβον τὸν Ἀριστοκράτεος, οἵ περ εἶχον μέγιστον κράτος·
而那两位国王选出了十名在财富和出身方面都最具地位的埃吉纳人,带走了其他人,尤其是其中拥有最大权力的波吕克里托斯之子克里奥斯和阿里斯托克拉特斯之子卡桑布斯。
ἀγαγόντες δὲ σφέας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην παρατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους.
他们将这些人带到阿提卡境内,作为人质托付给与埃吉纳人最敌对的雅典人。