§6.73.1ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον·
これらは確かに後になって起こったことである。
τότε δὲ ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα, αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας, δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων.
しかしその時、デマラトスに関する一件がクレオメネスにとって首尾よく運ぶと、彼はただちにレオテュキデスを伴ってアイギナ人たちのもとへと向かった。 かつて侮辱されたことで彼らに対して激しい恨みを抱いていたからである。
§6.73.2οὕτω δὴ οὔτε οἱ Αἰγινῆται, ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπʼ αὐτούς, ἐδικαίευν ἔτι ἀντιβαίνειν, ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένει· ἦγον καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαυβον τὸν Ἀριστοκράτεος, οἵ περ εἶχον μέγιστον κράτος·
このようなわけで、両王が自分たちに対して押し寄せてくると、アイギナ人たちももはや抵抗しようとはしなかった。 そこで王たちは、アイギナ人の中から富においても家柄においても最も有力な十人の男を選び出し、中でも最大の権力を握っていたポリュクリトスの子クリオスやアリストクラテスの子カサンボスらを含めて連れ去った。
ἀγαγόντες δὲ σφέας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην παρατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους.
そして、彼らをアッティカの地へと連行し、アイギナ人にとって最大の敵であるアテナイ人のもとに人質として預けた。