§6.63.1οὕτω μὲν δὴ τὴν τρίτην ἐσηγάγετο γυναῖκα ὁ Ἀρίστων, τὴν δευτέρην ἀποπεμψάμενος.
就这样,阿里斯顿送走了他的第二任妻子,迎娶了第三任妻子。
ἐν δέ οἱ χρόνῳ ἐλάσσονι καὶ οὐ πληρώσασα τοὺς δέκα μῆνας ἡ γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν Δημάρητον.
而在较短的时间内,还没满十个月,这个女人就生下了这个德马拉托斯。
§6.63.2καί τίς οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥς οἱ παῖς γέγονε.
当他与监察官们坐在一起时,他的一个仆人向他报告说,他得了一个男孩。
ὁ δὲ ἐπιστάμενός τε τὸν χρόνον τῷ ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ δακτύλων συμβαλλόμενος τοὺς μῆνας, εἶπε ἀπομόσας
οὐκ ἂν ἐμὸς εἴη.
而他知道自己娶妻的时间,并用手指计算着月份,便发誓说道:“这不可能是我的孩子。
τοῦτο ἤκουσαν μὲν οἱ ἔφοροι, πρῆγμα μέντοι οὐδὲν ἐποιήσαντο τὸ παραυτίκα.
”监察官们听到了这话,但在当时并没有把它当回事。
ὁ δὲ παῖς ηὔξετο, καὶ τῷ Ἀρίστωνι τὸ εἰρημένον μετέμελε· παῖδα γὰρ τὸν Δημάρητον ἐς τὰ μάλιστά οἱ ἐνόμισε εἶναι.
然而,孩子渐渐长大,阿里斯顿便后悔了自己所说的话;因为他极其确信德马拉托斯就是自己的儿子。
§6.63.3Δημάρητον δὲ αὐτῷ οὔνομα ἔθετο διὰ τόδε· πρότερον τούτων πανδημεὶ Σπαρτιῆται Ἀρίστωνι, ὡς ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βασιλέων τῶν ἐν Σπάρτῃ γενομένων, ἀρὴν ἐποιήσαντο παῖδα γενέσθαι.
他之所以给他起名叫德马拉托斯,是因为:在此之前,全体斯巴达人曾为阿里斯顿——作为斯巴达历代所有国王中最负盛名的人——举行了祈祷,希望他能有一个孩子。