§6.6.1Ἱστιαῖος μέν νυν καὶ Μυτιληναῖοι ἐποίευν ταῦτα.
希斯提哀乌斯和米蒂利尼人当时正在做着这些事。
ἐπὶ δὲ Μίλητον αὐτὴν ναυτικὸς πολλὸς καὶ πεζὸς ἦν στρατὸς προσδόκιμος· συστραφέντες γὰρ οἱ στρατηγοὶ τῶν Περσέων καὶ ἓν ποιήσαντες στρατόπεδον ἤλαυνον ἐπὶ τὴν Μίλητον, τἆλλα πολίσματα περὶ ἐλάσσονος ποιησάμενοι.
而针对米利都本身,一支庞大的舰队和陆军部队预计即将压境;因为波斯人的将领们联合起来,合兵一处,正向米利都进军,而将其他城镇视为次要。
τοῦ δὲ ναυτικοῦ Φοίνικες μὲν ἦσαν προθυμότατοι, συνεστρατεύοντο δὲ καὶ Κύπριοι νεωστὶ κατεστραμμένοι καὶ Κίλικές τε καὶ Αἰγύπτιοι.
在舰队中,腓尼基人最为积极,而最近才被征服的塞浦路斯人,以及奇里乞亚人和埃及人,也都一同参战。