§6.34.1τῆς δὲ Χερσονήσου πλὴν Καρδίης πόλιος τὰς ἄλλας πάσας ἐχειρώσαντο οἱ Φοίνικες.
腓尼基人占领了赫尔松尼苏斯除卡尔迪亚城以外的所有其他城市。
ἐτυράννευε δὲ αὐτέων μέχρι τότε Μιλτιάδης ὁ Κίμωνος τοῦ Στησαγόρεω, κτησαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου τρόπῳ τοιῷδε.
直到那时为止,统治这些城市的是米提亚德(西蒙之子,西蒙则是斯忒萨哥拉斯之子);而这一统治权此前是由米提亚德(库普塞洛斯之子)以下述方式获得的。
εἶχον Δόλογκοι Θρήικες τὴν Χερσόνησον ταύτην.
当时,色雷斯人的多隆客斯部落占领着这一赫尔松尼苏斯。
οὗτοι ὦν οἱ Δόλογκοι πιεσθέντες πολέμῳ ὑπὸ Ἀψινθίων ἐς Δελφοὺς ἔπεμψαν τοὺς βασιλέας περὶ τοῦ πολέμου χρησομένους.
因此,这些多隆客斯人在受到阿普辛提亚人的战争压迫时,便派遣他们的国王们前往德尔斐,就该战争请求神谕。
§6.34.2ἡ δὲ Πυθίη σφι ἀνεῖλε οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην τοῦτον ὃς ἂν σφέας ἀπιόντας ἐκ τοῦ ἱροῦ πρῶτος ἐπὶ ξείνια καλέσῃ.
皮提娅向他们晓示,要他们把在他们离开神殿时最先邀请他们作客的人,作为殖民开拓者带到他们的土地去。
ἰόντες δὲ οἱ Δόλογκοι τὴν ἱρὴν ὁδὸν διὰ Φωκέων τε καὶ Βοιωτῶν ἤισαν· καί σφεας ὡς οὐδεὶς ἐκάλεε, ἐκτρέπονται ἐπʼ Ἀθηνέων.
于是多隆客斯人沿着圣道,穿过福基斯和波奥提亚前行;因为没有任何人邀请他们,他们便折向雅典。