§6.32.1ἐνθαῦτα Περσέων οἱ στρατηγοὶ οὐκ ἐψεύσαντο τὰς ἀπειλὰς τὰς ἐπηπείλησαν τοῖσι Ἴωσι στρατοπεδευομένοισι ἐναντία σφίσι.
此时,波斯将领们并没有违背他们对那些与自己对峙扎营的伊奥尼亚人所发出的威胁。
ὡς γὰρ δὴ ἐπεκράτησαν τῶν πολίων, παῖδάς τε τοὺς εὐειδεστάτους ἐκλεγόμενοι ἐξέταμνον καὶ ἐποίευν ἀντὶ εἶναι ἐνόρχιας εὐνούχους καὶ παρθένους τὰς καλλιστευούσας ἀνασπάστους παρὰ βασιλέα·
因为当他们占领这些城市时,便挑选出容貌最俊美的男童予以阉割,使他们不再是完好之躯而成为宦官,并将最美丽的少女强行掳走送往国王处。
ταῦτά τε δὴ ἐποίευν καὶ τὰς πόλιας ἐνεπίμπρασαν αὐτοῖσι τοῖσι ἱροῖσι.
他们不仅做了这些事,还把城市连同神殿一同焚毁。
οὕτω τε τὸ τρίτον Ἴωνες κατεδουλώθησαν, πρῶτον μὲν ὑπὸ Λυδῶν, δὶς δὲ ἐπεξῆς τότε ὑπὸ Περσέων.
就这样,伊奥尼亚人第三次被奴役:第一次是受吕底亚人奴役,而这一次则是连续两次受波斯人奴役。