§6.24.1Σκύθης δὲ ὁ τῶν Ζαγκλαίων μούναρχος ἐκ τῆς Ἴνυκος ἐκδιδρήσκει ἐς Ἱμέρην, ἐκ δὲ ταύτης παρῆν ἐς τὴν Ἀσίην καὶ ἀνέβη παρὰ βασιλέα Δαρεῖον· καί μιν ἐνόμισε Δαρεῖος πάντων ἀνδρῶν δικαιότατον εἶναι, ὅσοι ἐκ τῆς Ἑλλάδος παρʼ ἑωυτὸν ἀνέβησαν.
另一方面,赞克勒的君主斯库塞斯从伊尼克斯逃往希梅拉,又从那里来到亚洲,并上觐大流士国王;大流士认为,在所有从希腊上觐到他这里的男子中,他是最正直的人。
§6.24.2καὶ γὰρ παραιτησάμενος βασιλέα ἐς Σικελίην ἀπίκετο καὶ αὖτις ἐκ τῆς Σικελίης ὀπίσω παρὰ βασιλέα, ἐς ὃ γήραϊ μέγα ὄλβιος ἐὼν ἐτελεύτησε ἐν Πέρσῃσι.
因为他曾向国王请假前往西西里,又再次从西西里返回到国王身边,直到最后,他在波斯人中因年迈而极其幸福地去世。
Σάμιοι δὲ ἀπαλλαχθέντες Μήδων ἀπονητὶ πόλιν καλλίστην Ζάγκλην περιεβεβλέατο.
而萨摩斯人则摆脱了美底亚人,毫不费力地占领了赞克勒这座极美丽的城市。