§6.21.1παθοῦσι δὲ ταῦτα Μιλησίοισι πρὸς Περσέων οὐκ ἀπέδοσαν τὴν ὁμοίην Συβαρῖται, οἳ Λᾶόν τε καὶ Σκίδρον οἴκεον τῆς πόλιος ἀπεστερημένοι.
当米利都人遭到波斯人如此对待时,叙巴里斯人并没有给予同样的报答,他们当时由于失去了自己的城市,正居住在拉奥斯和斯基德罗斯。
Συβάριος γὰρ ἁλούσης ὑπὸ Κροτωνιητέων Μιλήσιοι πάντες ἡβηδὸν ἀπεκείραντο τὰς κεφαλὰς καὶ πένθος μέγα προσεθήκαντο· πόλιες γὰρ αὗται μάλιστα δὴ τῶν ἡμεῖς ἴδμεν ἀλλήλῃσι ἐξεινώθησαν·
因为当叙巴里斯被克罗托内人攻陷时,所有的米利都人,凡成年的都剃光了头发,表示极大的哀悼;因为在我们所知道的城市中,这两个城市之间结下了最深厚的客友关系。
§6.21.2οὐδὲν ὁμοίως καὶ Ἀθηναῖοι.
但雅典人却完全不同。
Ἀθηναῖοι μὲν γὰρ δῆλον ἐποίησαν ὑπεραχθεσθέντες τῇ Μιλήτου ἁλώσι τῇ τε ἄλλῃ πολλαχῇ, καὶ δὴ καὶ ποιήσαντι Φρυνίχῳ δρᾶμα Μιλήτου ἅλωσιν καὶ διδάξαντι ἐς δάκρυά τε ἔπεσε τὸ θέητρον, καὶ ἐζημίωσάν μιν ὡς ἀναμνήσαντα οἰκήια κακὰ χιλίῃσι δραχμῇσι, καὶ ἐπέταξαν μηδένα χρᾶσθαι τούτῳ τῷ δράματι.
雅典人通过其他许多方式表明他们对米利都的沦陷感到极度悲痛,尤其是当弗里尼科斯创作并上演了一部名为《米利都的沦陷》的戏剧时,剧场里的观众都落下了眼泪,他们以让他们想起同胞的灾难为由,对他罚款一千德拉克马,并下令任何人不得再上演这部戏剧。