§6.13.1μαθόντες δὲ ταῦτα τὰ γινόμενα ἐκ τῶν Ἰώνων οἱ στρατηγοὶ τῶν Σαμίων ἐνθαῦτα δὴ παρʼ Αἰάκεος τοῦ Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους ὁ Αἰάκης κελευόντων τῶν Περσέων, δεόμενος σφέων ἐκλιπεῖν τὴν Ἰώνων συμμαχίην·
萨摩斯人的将领们,在得知伊奥尼亚人中所发生的这些情况后,当时便(接受了)来自西洛松之子阿埃阿克斯的、此前阿埃阿克斯在波斯人的命令下送达的那些提议——请求他们脱离伊奥尼亚人的同盟。
οἱ Σάμιοι ὦν ὁρῶντες ἐοῦσαν ἅμα μὲν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους, ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι, εὖ δὲ ἐπιστάμενοι ὡς εἰ καὶ τὸ παρεὸν ναυτικὸν ὑπερβαλοίατο τὸν Δαρεῖον, ἄλλο σφι παρέσται πενταπλήσιον.
萨摩斯人由于一方面看到伊奥尼亚人中存在着极大的无秩序,便接受了这些提议;另一方面,在他们看来,要战胜国王的力量是不可能的,因为他们清楚地知道,即使他们能用现有的海军击败大流士,另一个五倍于此的舰队也会来到他们面前。
§6.13.2προφάσιος ὦν ἐπιλαβόμενοι, ἐπείτε τάχιστα εἶδον τοὺς Ἴωνας οὐ βουλομένους εἶναι χρηστούς, ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια.
于是他们借此作为借口,刚一看到伊奥尼亚人无意出力,便觉得保全自己的神庙和私有财产是一件有利可图的事。
ὁ δὲ Αἰάκης, παρʼ ὅτευ τοὺς λόγους ἐδέκοντο οἱ Σάμιοι, παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος, τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοὺ Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι.
至于萨摩斯人接受其提议的这位阿埃阿克斯,乃是阿埃阿克斯之子西洛松的儿子,他曾是萨摩斯的僭主,但正如伊奥尼亚的其他僭主一样,被米利都人阿里斯塔戈拉斯剥夺了统治权。